[ ] Aeg. Isl. — Paros — ca. 200-150 BC (after 188 BC?) — Pepragmena 3rd Diethnous Kret. Synedriou I (1973) 199-205
See also:
1 ἔδοξεν τῇ βουλῇ καὶ τῷ δήμῳ· Ἐπιάναξ Ἐπιάνακτος εἶπεν· ὑπὲρ ὧν
προεγράψαντο οἱ ἄρχοντες ὅπως Τιμησιφῶν Ἐπιάνακτος, ὁ πρεσβεύσας εἰς
Κρήτην τρὶς περὶ τῆς τῶν δανείων ἀποδόσεως, ὧν ὤφειλεν ἡ πόλις, ἐπαινεθῇ
καὶ τιμηθῇ καὶ στεφανωθῇ καθότι ἂν τῇ βουλῇ καὶ τῷ δήμῳ δόξῃ·
5 ἐπειδὴ Τιμησιφῶν Ἐπιάνακτος ἀνὴρ ἀγαθὸς ὢν καὶ πατροπαράδοτον διὰ προ-
γόνων παραλαβὼν τὴν πρὸς τὸν δῆμον εὔνοιαν διὰ παντὸς τοῦ βίου
ταύτην αὔξων διατετέλεκεν καὶ λέγων καὶ πράττων ἐν παντὶ καιρῷ τὰ
συμφέροντα τῇ πόλει, διακείμενός τε εὐσεβῶς μὲν πρὸς τοὺς θεούς, φιλ[ο]-
στόργως δὲ πρὸς τὴν πατρίδα, φιλαγάθως δὲ πρὸς τοὺς πολίτας ἔν τε ταῖς
10 ἐπιμελείαις καὶ λειτουργίαις καὶ ἱερωσύναις καὶ ἀρχαῖς ταῖς ἐπισημοτά-
ταις ὑγιῶς ἀνέστραπται καὶ ὁσίως καὶ δικαίως καὶ φιλαγάθως πρεσβεί-
[ας ἀναδεξάμενος ἐν τ]οῖς ἀναγκαιοτάτοις καιροῖς καὶ περὶ τῶν μεγίστων
[τῇ πόλει συμφερόντων ․․․․․․ δια]τε[τ]έλεκεν [․․․․․․․․․․․․․․․․․․]
[— — — — — — — — — — — — — — κ]ατηργάσατο πρὸς ιε[․․]σ[․․․․․․․]
15 [— — — — — — — — — — — — — — — π]ρὸς αὐτοὺς πρεσβείας ἀδιαλείπτως
[— — — — — — — — — — — — — — οὔτε κ]ίνδυνον οὔτε δαπάνην οὔτε τὴ#⁷
[κακοπαθίαν οὐδαμῶς πρὸ — ἢ ὑφ]ορώμενος τὴν δὲ περὶ τὰ κοινὰ φιλο-
[τιμίαν — — — — — — — — — — —]οι πᾶσαν εἰσφερόμενος προσκαρτε-
[ρίαν — — — — — — — — — — — —] τῆς πόλεως εὐνοίᾳ καὶ πατρωνεί-
20 [ᾳ — — — — — — — — — — — — —] ἀεί τινος ἀγαθοῦ παραίτιος γινόμε-
[νος — — — — — — — — — — —]οντων κατεπράξατο καὶ τὰς καθωσιωμέ-
[νας — — — — — — — — — — — —]ους, ἔσπευσεν διαφυλαχθῆναι βεβαίους
[— — — — — — — — — — — — — —] καὶ πλό[α]ς ἀναδεξάμενος [ὑ]περοηγ-
[— — — — — — — — — — — — —] τοὺς ἀγαθοὺς ἄνδρας ․․․․․․․․․․․․․
25 [— — — — — — — — — — — — — — — — — —]γικὸν οιο․․․․․․․․․․․․․
Search Help