[ ] Aeg. Isl. — Euboia: Eretria — 6th c. BC — IG XII,9 285 — ArchEph (1919) 88 (V. Leonardos) — G. Crönert, SEG
See also:
1 χαίρετε τοὶ παριόντες, ἐγὼ δὲ θανὼν κατάκειμαι.
δεῦρο ἰὼν ἀνάνειμαι, ἀνὴρ τίς τῆδε τέθαπται;
   ξεῖνος ἀπ’ Αἰγίνης, Μνησίθεος δ’ ὄνυμα.
καί μοι μνῆμ’ ἐπέθηκε φίλη μήτηρ Τιμαρέτη
5    τύμ<β>ωι ἐπ’ ἀκροτάτωι στήλην ἀκάματον,
[ἣ] τ[άδ’] ἐρεῖ παριοῦσι δια[νπ]ερὲς [ἄμ]ατα πάντα·
Τιμαρέτη μ’ ἔσστησε φίλωι ἐπὶ παιδὶ θανόντι.
Search Help
Contact Us