[ ]
Aeg. Isl. — Euboia: Eretria — 6th c. BC — IG XII,9 285 — ArchEph (1919) 88 (V. Leonardos) — G. Crönert, SEG
See also:
| 1 | χαίρετε τοὶ παριόντες, ἐγὼ δὲ θανὼν κατάκειμαι. |
| δεῦρο ἰὼν ἀνάνειμαι, ἀνὴρ τίς τῆδε τέθαπται; | |
| ξεῖνος ἀπ’ Αἰγίνης, Μνησίθεος δ’ ὄνυμα. | |
| καί μοι μνῆμ’ ἐπέθηκε φίλη μήτηρ Τιμαρέτη | |
| 5 | τύμ<β>ωι ἐπ’ ἀκροτάτωι στήλην ἀκάματον, |
| [ἣ] τ[άδ’] ἐρεῖ παριοῦσι δια[νπ]ερὲς [ἄμ]ατα πάντα· | |
| Τιμαρέτη μ’ ἔσστησε φίλωι ἐπὶ παιδὶ θανόντι. |