Honorific decree for Diokles, son of Alexandros. White marble stele with upper molding.
[ ]
Kos Isl. — Halasarna (Kardamaina) — Sanct. of Apollo — late 3rd c. BC — AD 39A (1984) 161 (mention) — SEG 40.683; 45.1120 (mention) — Halasarna I (2004) 27, 1
See also:
| 1 | ἔδοξε τῶι δάμωι τῶι Ἁλασαρνι- |
| τᾶν· v ἐπειδὴ Διοκλῆς Ἀλεξάνδρου | |
| αἱρεθεὶς ἀρχεύων παρ’ Ἡρακλῆ τά τε | |
| ἱερὰ ἐξέθυσεν τῶι θεῶι καλῶς | |
| 5 | καὶ ἐ̣νδόξως, καταξίως καὶ αὑτο[ῦ] |
| καὶ τῶν προγόνων, οὐδεμίαν ὑπο̣- | |
| στελλόμενος δαπάναν ἀλλὰ δη- | |
| <λ>όμενος ἀπόδειξιν ποιεῖσθαι {²ποεῖσθαι (ph.)}² τᾶς | |
| αὑτοῦ προθυμίας, ὅπως οὖν καὶ ὁ | |
| 10 | δᾶμος [φ]αίνηται τοὺς ἀγαθοὺς ἄ[ν]- |
| δ[ρας τι]μῶν καὶ καταξίας χάριτας | |
| ἀποδιδοὺς τῶν εὐεργετημάτων, | |
| ἐπαινέσαι τε Διοκλῆ ἐπὶ τᾶι αἱρέ- | |
| σει ἃν ἔχων διατελεῖ καὶ στεφα- | |
| 15 | νῶσαι αὐτὸν χρυσέωι στεφάνωι |
| ἀπὸ χρυσῶν τριάκοντα ἀρετᾶς ἕ- | |
| νεκεν καὶ εὐνοίας τᾶς εἰς αὑτόν· | |
| ὅπως δὲ καὶ ἁ ἀναγγελία γένητα[ι] | |
| καλῶς καὶ ἐνδόξως τοῦ στεφά- | |
| 20 | νου, ἄνδρας ἑλέσθαι τρεῖς ἐκ πά[ν]- |
| τῶν τῶν δαμοτᾶν ἤδη, οἵτινε[ς] | |
| ἐπελθόντες ἐπὶ τὸς προστάτα[ς] | |
| καὶ τὰμ βουλὰν καὶ τὰν ἐκκλησία[ν] | |
| τό τε ψάφισμα ἀποδωσεῦντ[ι] καὶ | |
| 25 | παρακαλεύντω τὸς πολίτας, ὅπω[ς] |
| ἁ ἀναγγελία δοθῇ ἐν τῶι ἀγῶνι τῶν | |
| Διονυσίων καθ’ ἃ αἰτεῖται ὁ δ[ᾶ]μος· | |
| τοὶ δὲ ναποῖαι τοὶ ἐν ἀρχᾶι εὖντες | |
| ἀναγράψαντες τόδε τὸ ψάφισμα | |
| 30 | ἐς στάλαν λιθίναν ἀναθέντω ἐς |
| τὸ ἱερὸν τοῦ Ἀπόλλωνος παρὰ τὰ[ν] | |
| παραστάδα τοῦ ναοῦ ἐν δεξιᾶ[ι] | |
| ἐσπορευομένων· v τὸ δὲ ἀνάλω̣- | |
| μα τὸ γενόμενον ἔς τε τὸν στέ- | |
| 35 | φανον καὶ τὰν ἀναγραφὰν τᾶς vv |
| στάλας τελεσάντω τοὶ ναπο[ῖαι] | |
| τοὶ ἐν ἀρχᾶι ὄντες ἀπὸ τῶν τοῦ | |
| θεοῦ vv χρημάτων· vacat | |
| ἄνδρες αἱρεθέ[ντες]· Τιμόλυκος | |
| 40 | Διοκλεῦς, Φιλόφρων Εὐφιλήτου, |
| Λαμπίας Θαρσύνοντος. | |
| vacat |