[ ] Babylonia — Seleukeia-on-the-Tigris, orig. from Mesene in the Charakene — 150/151 AD — Mesopotamia 22 (1987) 159-167; 169-185
1 ἔτους τοῦ
καθ’ Ἕλληνας
βξυʹ βασιλεὺς
βασιλέων Ἀρ-
5 σάκης Ὀλόγασος,
υἱὸς Μιραδάτου βα-
{βα}σιλέως, {²⁷βασιλέως}²⁷ ἐπεστρα-
τεύσατο Μεσσήνηι
κατὰ Μιραδάτου βασιλε-
10 λέως, υἱοῦ Πακόρου τοῦ
προβασιλεύσαντος, καὶ
τὸν Μιραδάτην βασιλέ-
α ἐγδιώξας τῆς Μεσήνης
ἐγένετο ἐνκρατὴς ὅλης
15 τῆς Μεσήνης καὶ εἰκόνα
ταύτην χαλκῆν Ἡρακλέ-
ους θεοῦ, τὴν μετενεχθεῖ̣-
σαν ὑπ’ αὐτοῦ ἀπὸ τῆς Μεσή̣-
νης, ἀνέθηκεν ἐν ἱερῶι̣ τῷ̣ι-
20 δε θεοῦ Ἀπόλλωνος το̣ῦ
χαλκῆς πύλης προκα̣-
θημένου.
Search Help
Contact Us