[ ]
Babylonia — Seleukeia-on-the-Tigris, orig. from Mesene in the Charakene — 150/151 AD — Mesopotamia 22 (1987) 159-167; 169-185
1 | ἔτους τοῦ |
καθ’ Ἕλληνας | |
βξυʹ βασιλεὺς | |
βασιλέων Ἀρ- | |
5 | σάκης Ὀλόγασος, |
υἱὸς Μιραδάτου βα- | |
{βα}σιλέως, {²⁷βασιλέως}²⁷ ἐπεστρα- | |
τεύσατο Μεσσήνηι | |
κατὰ Μιραδάτου βασιλε- | |
10 | λέως, υἱοῦ Πακόρου τοῦ |
προβασιλεύσαντος, καὶ | |
τὸν Μιραδάτην βασιλέ- | |
α ἐγδιώξας τῆς Μεσήνης | |
ἐγένετο ἐνκρατὴς ὅλης | |
15 | τῆς Μεσήνης καὶ εἰκόνα |
ταύτην χαλκῆν Ἡρακλέ- | |
ους θεοῦ, τὴν μετενεχθεῖ̣- | |
σαν ὑπ’ αὐτοῦ ἀπὸ τῆς Μεσή̣- | |
νης, ἀνέθηκεν ἐν ἱερῶι̣ τῷ̣ι- | |
20 | δε θεοῦ Ἀπόλλωνος το̣ῦ |
χαλκῆς πύλης προκα̣- | |
θημένου. |