[ ]
Syria — Antiochene — 192/93 AD — AnIsl 9 (1970) 193-195 — ZPE 47 (1982) 83, 22
| sides ABC.1 | ἔτους αμσʹ Δύστρου εʹ ἐγὼ |
| Γάϊος Ἀλεξᾶ ἀφιερῶ ἣν ἐποίησα μάκραν | |
| εἰς τὴν ὑπάρχουσάν μοι καὶ περικειμένην | |
| γῆν εἰσονομαζομένην Ἀδια μέχρι ὅρων αὐ- | |
| 5 | τῆς εἰς τὸ μηδενὶ ἐξεῖναι ἀπαλλοτριῶσαι |
| τὴν χώραν ἀλλὰ διαμεῖναι τοῖς τε κληρονόμοις | |
| μου καὶ υἱοῖς καὶ ἐγγόνοις ἄρρεσι μόνοις εἰς τὸν | |
| ἅπ[α]ντα χρόνον διὰ τὸ καὶ ὑπὸ τοῦ πατρός μου ἀφιε- | |
| ρῶσ[θ]αι τὴν αὐτὴν χώραν καὶ εἰς λόγον ἀποκαύσεος | |
| 10 | εἰς [τ]ὸ ἐμοί τε καὶ αὐτῷ ἐπιφέρεσθαι τὴν ἐπὶ |
| τῶν τόπων ἀπόκαυσιν καὶ μὴ ἐξεῖναί τινι τῶν κληρονό- | |
| μων μου ἀναλῦσαι τὰ ἀφιερώμενα πόπως | |
| side D.1 | μηδενί, μηδὲ τὴν αὐτὴν [χώραν — — — — — — — — — — μηδὲ] ἀποτεθῆ- |
| ναι με ἐν αὐτῇ χῆρον καὶ ἐὰν δέ τις ὀρύσσει καὶ αὐτὸς κατηγορήσεται | |
| ὡς τυμβωρύχος ὁμοίως καὶ οἱ κληρονόμοι· ἐὰν μὲν τοῦτο ἀφήσει τις τῶν | |
| κληρονόμων μου συνασεβ[ήσει — — — — — — — — — — — — — —] κατή- | |
| 5 | γορος ἀσεβεί[ας — — — — — — — — — — — — — — — ὁ κατήγο]ρος |
| πέμπτον ἀπὸ [— — — — — — — — — — — — — — — — — — — κληρο]νό- | |
| μον μὴ βο[— — — — — — — — — — — — — — — — — — — — — —] |