[ ] Hyrcania — Gorgan — 281-261 BC — L. Robert, Hellenica 11/12 (1960) 85-91
1 Εὔανδρος Ἀνδραγόραι,
Ἀπολλοδότωι χαίρειν·
ἀφεώκαμεν Ἑρμαῖον
ἐλεύθερον ὑπὲρ βασιλέως
5 Ἀντιόχου καὶ βασιλίσσης
Στρατονίκης καὶ ἐκγόνων
ἱερὸν Σαράπιος καὶ ἀνα-
τεθείκαμεν ἐν τῶι ἱερῶι
τὴν ἄφεσιν αὐτοῦ τε
10 [κ]αὶ τῶν ἰδίων αὐτοῦ.
․․ Γορπιαίου· ἔρρωσθε.
Search Help
Contact Us