1 | [․․]αι̣[․․․․․․․․․․․․․28․․․․․․․․․․․․․] |
[ℎι]ε̣ροπ̣οιὸς καὶ τ[․․․․․․․․18․․․․․․․․] | |
[κ]αὶ ἀναλισκοντ[․․․․․․․․19․․․․․․․․․] | |
[․․] το͂ αὐτο͂· προσαγό[ν]το[ν δὲ ℎ]ο̣ι̣ πρυτάνες | |
5 | πρὸς τὲν βολὲν τὸς θε[ο]σ[εσ]ίνος ℎόταν δέ- |
οντα̣ι̣ ⋮ Θεσπιεὺς [εἶπε· τὰ μὲν] ἄλλα καθάπε- | |
ρ τε͂[ι β]ο[λ]ε͂ι, ἄ[νδρας δὲ ℎελέσ]θ̣[αι Ἀ]θεναίο- | |
ν πέ[ν]τε, τούτ[ος δὲ φέρεν τέττ]αρας ὀβολὸ- | |
[ς] ℎέκασ[τ]ον π[α]ρὰ το͂ν κολ[ακρ]ετο͂ν, ℎέ̣να δ[ὲ] | |
10 | [τ]ούτον [γρ]αμμα̣τε[ύ]ε[ν κατὰ] φσε͂[φ]ον̣· τούτο- |
[ς] δὲ ἐπισ[τε͂]ναι [τ]οῖς χρέμασι τοῖς τοῖν θ- | |
[ε]οῖν καθάπερ ℎοι ἐπὶ τοῖς ἐμ πό[λ]ει ἔργ[ο]- | |
[ι]ς ἐπε̣στ[ά]το[ν] το͂ι νεο͂ι καὶ το͂ι ἀ[γ]άλματι· | |
[ἐχ]σομοσίαν δὲ μὲ ἐ͂ν[α]ι· [τὸς δὲ] ℎειρεμένο- | |
15 | [ς] προσιόντας πρὸς τὲν βολέν, ἐάν τι ὀφελ- |
ό[μ]ενον ἐ͂[ι] τοῖν θεοῖν, φρά[ζ]εν καὶ ἀ[ν]απρά- | |
[τ]τεν· ἄρχεν δὲ ἐπ’ ἐνιαυτὸ[ν] ὀμόσαντας με- | |
ταχσὺ τοῖν βομοῖν Ἐλευσῖνι καὶ τὸ λοιπ- | |
ὸν κατὰ ταὐτὰ ℎαιρε͂σθαι κ[α]τ’ ἐνιαυτὸν τ- | |
20 | ὸς ἄνδ[ρ]ας· ἐπιμελε͂σθαι δὲ καὶ το͂ν ἐπετε- |
ίον ℎὰ λαμβάνεται τ̣οῖ[ν θ]εοῖν καὶ ἐάν τι | |
[ἀ]πολολὸς πυνθάνονται [ἀ]νασόι[ζε]ν· τὸς δ- | |
ὲ λογιστὰς λογίζεσθαι Ἐλευσῖνι μὲν τὰ | |
Ἐλευσῖνι ἀνελομένα, ἐν ἄστει δὲ τὰ ἐν ἄσ- | |
25 | τει ἀνελομένα ἀνακαλο͂ντας τὸν ἀρχιτέ- |
κτονα Κόροιβον καὶ Λυσανίαν ἐν το͂ι Ἐλε- | |
υσινίοι, Φαλερο͂ι δὲ ἐν το͂ι ℎιερο͂ι ℎὰ Φαλ- | |
ερόνδε ἀνέλοται· ἀναλίσκεν δὲ ὅ τι ἂν [μά]- | |
λιστα δέει μετὰ το͂ν ℎιερέον καὶ τε͂ς β[ολ]- | |
30 | ε͂ς βολευομένος τὸ λοιπόν· ἀνα[κ]αλε͂ν δ[ὲ ἀ]- |
πὸ τε͂ς ἀ[ρ]χε͂ς ἀρχ[σ]αμένος ℎὲ Κτε[σ]ί[αι παρ]- | |
έ[δ]οκε[ν] τὰ χρέματα· γράφσαι δὲ τὸ [φσέφισ]- | |
μα ἐν στέλει Ἐλευσῖνι κα[ὶ ἐν ἄστει καὶ Φ]- | |
αλ̣[ε]ρ̣ο͂ι ἐν το͂ι Ἐλευσιν[ίοι. Λυσανίας εἶπ]- | |
35 | ε· τὰ μὲν ἄλλα καθά[περ Θεσπιεύς· τὲν δὲ ἀρ]- |
[ίθμ]εσιν ποιε͂σθα[ι το͂ν χρεμάτον ℎο͂ν το͂ι] | |
[τα]μίαι παρέδοκ̣[εν ℎε βολὲ τὸς ἐπιστάτα]- | |
[ς καὶ] τὸν ἀ̣ρχ[ι]τ̣[έκτονα ․․․․․․14․․․․․․] |
IG I³
32