[ ] Pal. — Gaza — 3rd/2nd c. BC — QDAP 1 (1932) 155-156 — Mélanges Maspero II (1934) 41-52
1 ἐξ εὐδαιμοσύνης πῦρ ἄγριον ἤλυθεν ὑμέων,
    Χαρμάδα, ἔσφηλεν δ’ ἐλπίδα τις νέμεσις.
ὤλετο μὲν κοῦρος [συν]ο̣μώνυμος εἴκοσι μούνας
    δυσμὰς Ἀρκτούρο[υ χειμε]ρίας ἐσιδών,
5 ὤλετο δ’ ἑπταέτις θυγατρὸς θυγάτηρ Κλεόδοξα
   Ἀρχαγάθας, γονέων δ’ ἔκλασεν εὐτεκνίην·
οἰκτρὸν δὲ Αἰτωλὸς κούρην κώκυσε Μάχαιος,
    ἀλλὰ πλέον θνητοῖς οὐδὲν ὀδυρομένοις.
ἦ μὴν ἀμφοτέρους γε παλαίπλουτοι βασιλῆες
10 Αἰγύπτου χρυσέαις ἠγλάϊσαν χάρισιν·
ὡς δὲ πάτραν δμηθεῖσαν Ἀνώπολιν ἐγ δορὸς ἐχθρῶν
    ὤρθωσας, Κρήτην μαρτυρέουσαν ἔχεις.
μέμψασθαι δὲ θεοῖς ἀρκεῖ μόνον ἄνδρα γε θνητόν,
    ὦ παῖ Τασκομένους, γήραος ὡς χαλεποῦ
15 ἤντησας, ψυχῆι δὲ τὰ μυρία πάντα πονήσας
    ἵκεο τὴν κοινὴν ἀτραπὸν εἰς Ἀΐδεω.
Search Help