Decrees of Gonnoi, Homolion, Phthiotic Thebes, and Megara
recognizing the asylia of the Asklepieion of Kos. Two joining
fragments of an opisthographic stele of white marble.
[ ]
Kos Isl. — Kos — Asklepieion — 242 BC — Asylieurkunden aus Kos (1952) 13, 5 — SEG 12.372 — Chiron 33 (2003) 229, 14 (join, new frg.)
See also:
| face A | [Γοννέων]· |
| ἔδοξεν [— — — — — — — — — —· παραγενομένων παρὰ] | |
| τῆς πόλεω[ς τῆς Κώιων ἀρχιθεώρου μὲν Ἀριστολόχου] | |
| Ζμένδρωνος κ[αὶ θεωροῦ Μακαρέως Ἀράτου καὶ] ἐ̣μφαν[ι]- | |
| ζόντων τήν τε [φιλίαν καὶ τὴν συγγέν]ειαν τὴν ὑπάρ- | |
| 5 | χουσαν ταῖς πόλεσ[ιν ἐξ ἀρχῆς αὐταῖς] πρὸς αὐτὰς καὶ |
| τῶι ἄλλωι ἔθνει τ[ῶι Περραιβῶ]ν καὶ τό τε ἱερὸν οἰομέ- | |
| νων δεῖν ἄσυλον ἀ[ποδέξ]ασθαι καὶ τὴν θυσίαν καὶ | |
| τὴν πανήγυριν καὶ [τ]ὸν ἀγῶνα, ὣς συντελοῦσιν τῶι | |
| Ἀσκληπιῶι, δέξασ[θ]αι· δεδόχθαι τῆι πόλει τῆι Γοννέ- | |
| 10 | ων· τήν τε φιλίαν καὶ συμμαχίαν ὑπάρχειν πᾶσι Περραιβοῖς |
| πρὸς τὴν Κώιων πόλιν καθάπερ καὶ ἐξ ἀρχῆς ὑπῆρχεν, | |
| καὶ τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ τὸ ἐν Κῶι ἄσυλον εἶναι | |
| καθάπερ ἠξίουν διά τε τὴν πρὸς τὸν θεὸν εὐσέβειαν | |
| καὶ τὴν συγγένειαν τὴν πρὸς Κώιους, καὶ τοὺς ταμί- | |
| 15 | ας δοῦν[α]ι καθάπερ καὶ τοῖς λοιποῖς τοῖς τοὺς ἀγῶνας |
| τοὺς στ[ε]φανίτας ἐπαγγέλλουσιν τὸ διάταγμα τὸ | |
| ἐκ τοῦ νόμου ξένιον δραχμὰς εἴκοσι. vacat | |
| Ὁμολιέων· | |
| ἀγαθῆι τύχηι· ἐφ’ ἱερέως τοῦ Ἀσκληπιοῦ Φιλοξένου, ἐπιστα- | |
| 20 | τοῦντος δὲ Ἀνδρονίκου τοῦ Ἀντιφίλου· παραγενομένων πα- |
| ρὰ τῆς πόλεως τῆς Κώ[ι]ων ἀρχιθεώρου μὲν Ἀριστολόχου | |
| Ζμένδρωνος καὶ θε[ωροῦ] Μακα{κα}ρέως {²⁶Μακαρέως}²⁶ Ἀράτου καὶ ἐμφανιζόν- | |
| [των τήν] τ̣ε φιλίαν κ[αὶ τὴν] συγγένειαν τὴν ὑπάρχουσαν ταῖς | |
| π̣όλεσιν ἐξ ἀρχῆς αὐ[ταῖς] πρὸς αὐτὰς καὶ τῶι ἄλλωι ἔθνει τῶ[ι] | |
| 25 | [Μαγνήτων καὶ τό τε ἱ]ερὸν οἰομένων δὲν ἄσυλον ἀποδέ- |
| [ξασθαι καὶ τὴν θυσίαν καὶ τὸν ἀγῶνα] καὶ τὴν πανήγ̣[υριν] | |
| [— — — — — — — — — — — — — — — — — — — — — — — —] | |
| face B | [Θηβαίων τῶν Ἀχαιῶν]· |
| [ἔδοξεν — — — — — — — — — — — — — —· παραγενομένων] | |
| [παρὰ τῆς πόλεως τῆς Κώιων θεωρῶν Ἀριστολ]όχου Ζμ[έν]- | |
| [δρωνος, Μακαρέως Ἀράτου, Ἡρακλείτου] Τιμαίθου ἐπαγ- | |
| γ̣ε̣[λλόντων τὴν θυσίαν τῶι Ἀσκληπιῶι κ]αὶ τοὺς ἀγῶνας καὶ̣ | |
| τὴν παν[ήγυριν καὶ ἀξιούντων δέχεσθαι] καὶ τὴν ἀσυλίαν τοῦ ἱε- | |
| 5 | ροῦ· ἀγαθῆι [τύχηι· δεδόχθαι τῆι] πόλει Θηβαίων τῶν Ἀ- |
| χαιῶν· ἐπαινέ[σαι μὲν τὴν πόλ]ιν τὴν Κώιων καὶ δέξασ- | |
| θαι καθάπερ ἐπαγγέλλ̣[ουσιν]· περὶ δὲ τῶν θεωρῶν τῶν | |
| ἀποσταλησομένων εἰς τὴ[ν] θυσίαν τοὺς συνθύσον- | |
| τας ἀνενενκεῖν τοὺς ἄρχ[ο]ντας εἰς τὴν ἔννομον | |
| 10 | [ἐκ]λ[η]σίαν περὶ τούτων· δοῦναι δὲ αὐτοῖς τὸ θεωρικὸν̣ |
| [τ]ὸ ἐκ τοῦ νόμου· καλέσαι δὲ καὶ ἐπὶ ξένια τοὺς θεωροὺς | |
| εἰς τὸ ἀρχεῖον. vacat | |
| Μεγαρέ̣ων· | |
| [πὰρ(?) στρ]αταγῶν· ἐπειδὴ παραγεγ[έ]νηνται παρὰ τᾶς πόλιος τᾶ̣[ς] | |
| 15 | Κώιων ἀρχιθέωρος Ἀριστόλοχ[ο]ς καὶ θεωροὶ Ἡράκλειτος, Μ̣α- |
| καρεύς, ἐπαγγέλλοντες τὰ Ἀσκλαπίεια θυσίαν τε καὶ | |
| μουσικὸν ἀγῶνα καὶ γυμνικὸν καὶ ἐκεχειρίαν καὶ τὸ ἱερὸν ἄ- | |
| συλον εἶμεν· ἐμφανίζοντι δὲ [κ]αὶ τὰ̣ν φιλίαν καὶ εὔνοιαν, ἃν ἔχου- | |
| σα διατελεῖ ἁ πόλις ἁ τῶν Κ[ώ]ιων ποτὶ τὸν δᾶμον τὸν Με- | |
| 20 | γαρέων διὰ τὰν προϋπάρχουσ[αν] ο̣ἰκειότατα· ἀγαθᾶι τύχαι· |
| δεδόχθαι τῶι δάμωι· δέχεσθ[αι τὰ]ν θυσίαν καὶ τὰν ἐκεχιρ[ί]- | |
| αν καὶ τὸ ἱερὸν ἄσυλον εἶμεν κα̣[θὰ ἐπα]γ̣γέλλοντι π[α]ρὰ τῶ[ν] | |
| Κώιων· ἀποστέλλεν δὲ καὶ θε[ωρὸν εἰς τὰν πανάγυριν καὶ τὰν θυ]- | |
| σίαν καὶ τὸν ἀγῶνα τοῦ Ἀσκλαπι[οῦ — — — — — — — — — — — —] | |
| 25 | Ἀριστοκλῆ· εἰς τὰ ἐ[κ]έ̣χειρα το[— — — — — — — — — — — — —] |
| [— — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |