[ ]
Messenia — Andania — 92/91 BC
face A.1 | [περὶ ἱ]ε̣ρῶν καὶ ἱερᾶν. ὁ γραμματεὺς τῶν συνέδρων τοὺς γενηθέντας ἱεροὺς ὁρκιξάτω παραχρῆμα, ἂμ μήτις ἀρρωσ[τεῖ], |
[ἱερῶ]ν καιομένων, αἷμα καὶ οἶνον σπένδοντας, τὸν ὅρκον τὸν ὑπογεγραμμένον· "ὀμνύω τοὺς θεούς, οἷς τὰ μυστήρια ἐπιτ[ε]- | |
[λε]ῖται, ἐπιμέλειαν ἕξειν, ὅπως γίνηται τὰ κατὰ τὰν τελετὰν θεοπρεπῶς καὶ ἀπὸ παντὸς τοῦ δικαίου, καὶ μήτε αὐ- | |
[τ]ὸς μηθὲν ἄσχημον μηδὲ ἄδικον ποιήσειν ἐπὶ καταλύσει τῶν μυστηρίων μηδὲ ἄλλωι ἐπιτρέψειν, ἀλλὰ κατακολου- | |
5 | θήσειν τοῖς γεγραμμένοις, ἐξορκίσειν δὲ καὶ τὰς ἱερὰς καὶ τὸν ἱερῆ κατὰ τὸ διάγραμμα. εὐορκοῦντι μέν μοι εἴη, ἃ τοῖς εὐ- |
σεβέοις, ἐφιορκοῦντι δὲ τἀναντία." ἂν δέ τις μὴ θέλει ὀμνύειν, ζαμιούτω δραχμαῖς χιλίαις καὶ ἄλλον ἀντὶ τούτου κλαρωσά- | |
τω ἐκ τᾶς αὐτᾶς φυλᾶς. τὰς δὲ ἱερὰς ὁρκιζέτω ὁ ἱερεὺς καὶ οἱ ἱεροὶ ἐν τῶι ἱερῶι τοῦ Καρνείου τᾶι πρότερον ἁμέραι τῶν μυστη- | |
ρίων τὸν αὐτὸν ὅρκον καὶ ποτεξορκιζόντω· "πεποίημαι δὲ καὶ ποτὶ τὸν ἄνδρα τὰν συμβίωσιν ὁσίως καὶ δικαίως." τὰν δὲ μ[ὴ] | |
θέλουσαν ὀμνύειν ζαμιούντω οἱ ἱεροὶ δραχμαῖς χιλίαις καὶ μὴ ἐπιτρεπόντω ἐπιτελεῖν τὰ κατὰ τὰς θυσίας μηδὲ μετ[έ]- | |
10 | χειν τῶν μυστηρίων, αἱ δὲ ὀμόσασαι ἐπιτελούντω. ————— οἱ δὲ γεγενημένοι ἱεροὶ καὶ ἱεραὶ ἐν τῶι πέμπτωι καὶ πεντηκοστῶι |
ἔτει ὀμοσάντω τὸν αὐτὸν ὅρκον ἐν τῶι ἑνδεκάτωι μηνὶ πρὸ τῶν μυστηρίων. παραδόσιος. τὰν δὲ κάμπτραν καὶ τὰ | |
βιβλία, ἃ δέδωκε Μνασίστρατος, παραδιδόντω οἱ ἱεροὶ τοῖς ἐπικατασταθέντοις, παραδιδόντω δὲ καὶ τὰ λοιπά, ὅσα | |
ἂν κατασκευασθεῖ χάριν τῶν μυστηρίων. στεφάνων. στεφάνους δὲ ἐχόντω οἱ μὲν ἱεροὶ καὶ αἱ ἱεραὶ πῖλον λευκόν, | |
τῶν δὲ τελουμένων οἱ πρωτομύσται στλεγγίδα. ὅταν δὲ οἱ ἱεροὶ παραγγείλωντι, τὰμ μὲν στλεγγίδα ἀποθέσθωσαν, | |
15 | στεφανούσθωσαν δὲ πάντες δάφναι. εἱματισμοῦ. οἱ τελούμενοι τὰ μυστήρια ἀνυπόδετοι ἔστωσαν καὶ ἐχόντω τὸν |
εἱματισμὸν λευκόν, αἱ δὲ γυναῖκες μὴ διαφανῆ μηδὲ τὰ σαμεῖα ἐν τοῖς εἱματίοις πλατύτερα ἡμιδακτυλίου, καὶ αἱ | |
μὲν ἰδιώτιες ἐχόντω χιτῶνα λίνεον καὶ εἱμάτιον μὴ πλείονος ἄξια δραχμᾶν ἑκατόν, αἱ δὲ παῖδες καλάσηριν ἢ σιν- | |
δονίταν καὶ εἱμάτιον μὴ πλείονος ἄξια μνᾶς, αἱ δὲ δοῦλαι καλάσηριν ἢ σινδονίταν καὶ εἱμάτιον μὴ πλείονος ἄξια δρα- | |
χμᾶν πεντήκοντα. ————— αἱ δὲ ἱεραί, αἱ μὲν γυναῖκες καλάσηριν ἢ ὑπόδυμα μὴ ἔχον σκιὰς καὶ εἱμάτιον μὴ πλέονος ἄξια δύο | |
20 | μνᾶν, αἱ δὲ [παῖδε]ς καλάσηριν ἢ εἱμάτιον μὴ πλείονος ἄξια δραχμᾶν ἑκατόν. ————— ἐν δὲ τᾶι πομπᾶι αἱ μὲν ἱεραὶ γυναῖκες ὑποδύ- |
ταν καὶ εἱμάτιον γυναικεῖον οὖλον, σαμεῖα ἔχον μὴ πλατύτερα ἡμιδακτυλίου, αἱ δὲ παῖδες καλάσηριν καὶ εἱμάτιον μὴ δια- | |
φανές· μὴ ἐχέτω δὲ μηδεμία χρυσία μηδὲ φῦκος μηδὲ ψιμίθιον μηδὲ ἀνάδεμα μηδὲ τὰς τρίχας ἀνπεπλεγμένας μηδὲ ὑπο- | |
δήματα εἰ μὴ πίλινα ἢ δερμάτινα ἱερόθυτα. δίφρους δὲ ἐχόντω αἱ ἱεραὶ εὐσυΐνους στρογγύλους καὶ ἐπ’ α̣ὐ̣τῶν ποτικεφάλαια | |
ἢ σπῖραν λευκά, μὴ ἔχοντα μήτε σκιὰν μητὲ πορφύραν. ὅσα<ς> δὲ δεῖ διασκευάζεσθαι εἰς θεῶν διάθεσιν, ἐχόντω τὸν εἱματισμόν, | |
25 | καθ’ ὃ ἂν οἱ ἱεροὶ διατάξωντι. ————— ἂν δέ τις ἄλλω̣ς ἔχει τὸν εἱματισμὸν παρὰ τὸ διάγραμμα, ἢ ἄλλο τι τῶν κεκωλυμένων, μὴ ἐπιτρπέ- |
τω ὁ γυναικονόμος καὶ ἐξουσίαν ἐχέτω λυμαίνεσθαι, καὶ ἔστω ἱερὰ τῶν θεῶν. ὅρκος γυναικονόμου. "οἱ δὲ ἱεροὶ ὅταν καὶ αὐτοὶ ὀμό- | |
σωντι, ὁρκιζόντω τὸν γυναικονόμον ἐπὶ τῶν αὐτῶν ἱερῶν, εἶ μὰν ἕξειν ἐπιμέλειαν περί τε τοῦ εἱματισμοῦ καὶ τῶν λοιπῶν τῶν | |
ἐπιτεταγμένων μοι ἐν τῶι διαγράμματι." πομπᾶς. ἐν δὲ τᾶι πομπᾶι ἁγείστω Μνασίστρατος, ἔπειτεν ὁ ἱερεὺς τῶν θεῶν, οἷς | |
τὰ μυστήρια γίνεται, μετὰ τᾶς ἱερέας, ἔπειτα ἀγωνοθέτας, ἱεροθύται, οἱ αὐληταί· μετὰ δὲ ταῦτα αἱ παρθένοι αἱ ἱεραί, καθὼς ἂν λά- | |
30 | χωντι, ἄγουσαι τὰ ἅρματα ἐπικείμενα {ς} κίστας ἐχούσας ἱερὰ μυστικά· εἶτεν ἁ θοιναρμόστρια ἁ εἰς Δάματρος καὶ αἱ ὑποθοιναρ- |
μόστριαι αἱ ἐμβεβακυῖαι, εἶτεν ἁ ἱέρεα τᾶς Δάματρος τᾶς ἐφ’ ἱπποδρόμωι, εἶτεν ἁ τᾶς ἐν Αἰγίλᾳ· ἔπειτεν αἱ ἱεραὶ κατὰ μίαν, κα- | |
θώς κα λάχωντι, ἔπειτεν οἱ ἱεροί, καθώς κα οἱ δέκα διατάξωντι. ὁ δὲ γυναικονόμος κλαρούτω τάς τε ἱερὰς καὶ παρθένους καὶ ἐπιμέλειαν | |
ἐχέτω, ὅπως πομπεύωντι, καθώς κα λάχωντι. ἀγέσθω δὲ ἐν τᾶι πομπᾶι καὶ τὰ θύματα, καὶ θυσάντω τᾶι μὲν Δάματρι σῦν ἐπίτοκα, Ἑρμᾶ- | |
νι κριόν, Μεγάλοις Θεοῖς δάμαλιν σῦν, Ἀπόλλωνι Καρνείωι κάπρον, Ἅγναι οἶν. σκανᾶν. σκανὰν δὲ μὴ ἐπιτρεπόντω οἱ ἱεροὶ μηθένα ἔχειν ἐν | |
35 | τετραγώνωι μείζω ποδῶν τριάκοντα, μηδὲ περιτιθέμεν ταῖς σκαναῖς μήτε δέρρεις μήτε αὐλείας, μηδέ, ἐν ὧι ἂν τόπωι περιστεμ- |
ματώσωντι οἱ ἱεροί, μηθένα τῶν μὴ ὄντων ἱερῶν ἔχειν σκανάν. μηδὲ παρερπέτω μηθεὶς ἀμύητος εἰς τὸν τόπον, ὅν κα περιστεμμα- | |
τώσωντι. χωραξάντω δὲ καὶ ὕδρανας. ἀναγραψάντω δὲ καί, ἀφ’ ὧν δεῖ καθαρίζειν καὶ ἃ μὴ δεῖ ἔχοντας εἰσπορεύεσθαι. ἃ [μ]ὴ̣ δεῖ ἔχειν | |
ἐν ταῖς σκαναῖς. μηθεὶς κλίνας ἐχέτω ἐν τᾶι σκανᾶι μηδὲ ἀργυρώματα πλείονος ἄξια δραχμᾶν τριακοσιᾶν· εἰ δὲ μή, μὴ ἐπιτρεπόν- | |
τω οἱ ἱεροὶ, καὶ τὰ πλειονάζοντα ἱερὰ ἔστω τῶν θεῶν. ἀκοσμούντων. ὅταν δὲ αἱ θυσίαι καὶ τὰ μυστήρια συντελεῖται, εὐφαμεῖν πάν- | |
40 | τας καὶ ἀκούειν τῶν παραγγελλομένων· τὸν δὲ ἀπειθοῦντα ἢ ἀπρεπῶς ἀναστρεφόμενον εἰς τὸ θεῖον μαστιγούντω οἱ ἱεροὶ |
καὶ ἀποκωλυόντω τῶν μυστηρίων. ῥαβδοφόρων. ῥαβδοφόροι δὲ ἔστωσαν ἐκ τῶν ἱερῶν εἴκοσι καὶ πειθαρχούντω τοῖς ἐπιτελούν- | |
τοις τὰ μυστήρια καὶ ἐπιμέλειαν ἐχόντω, ὅπως εὐσχημόνως καὶ εὐτάκτως ὑπὸ τῶν παραγεγενημένων πάντα γίνηται, καθὼς ἂν | |
παραγγέλλωντι οἱ ἐπὶ τούτων τεταγμένοι· τοὺς δὲ ἀπειθοῦντας ἢ ἀπρεπῶς ἀναστρεφομένους μαστιγούντω. ἂν δέ τις τῶν ῥα- | |
βδοφόρων μὴ ποιεῖ, καθὼς γέγραπται, ἢ ἄλλο τι ἀδικοῖ ἢ ποιοῖ ἐπὶ καταλύσει τῶν μυστηρίων, κριθεὶς ἐπὶ τῶν ἱερῶν, ἂν κατακριθεῖ, μὴ | |
45 | μετεχέτω τῶν μυστηρίων. περὶ τῶν διαφόρων. τὰ δὲ πίπτοντα διάφορα ἐκ τῶν μυστηρίων ἐγλεγόντω οἱ κατασταθέντες ὑπὸ |
τοῦ δάμου πέντε· εἰσφερόντω δὲ οἱ ἄρχοντες ἀνάνκαι πάντες, μὴ δὶς τοὺς αὐτούς, τίμαμα ἔχοντα ἕκαστον μὴ ἔλασσον ταλάν- | |
του, καὶ τῶν κατασταθέντων παραγραψάτω ἁ γερουσία τὸ τίμαμα, ὡσαύτως δὲ καὶ τὸ τῶν εἰσενεγκάντων. τοῖς δὲ ἐγλογευόντοις | |
τὰ διάφορα λειτουργείτω ὁ ἀργυροσκόπος. ὅταν δὲ ἐπιτελεσθεῖ τὰ μυστήρια, ἀπολογισάσθωσαν ἐμ πάντοις ἐν τᾶι πρώται συν- | |
νόμωι συναγωγᾶι τῶν συνέδρων, καὶ γραφὰν ἀποδόντω τῶι ἐπιμεληταῖ παραχρῆμα γράφοντες ἐπ’ ὀνόματος τὰ πεπτωκότα δι[ά]- | |
50 | φορα ἀπὸ τοῦ καθαρμοῦ, καὶ ἀπὸ τῶν πρωτομυστᾶν τὸ ὑποστατικόν, καὶ ἄν τι ἄλλο πέσει, καὶ τὴν γεγενημέναν ἔξοδον, καί τι ἂν εἶ |
λοιπόν, καὶ ἀριθμησάντω παραχρῆμα τῶι ταμίαι καὶ ἔστωσαν ὑπόμαστροι, ἄν τι εὑρίσκωνται ἀδικοῦντες, διπλασίου καὶ ἐπιτιμίου | |
[δραχ]μᾶν χ̣[ι]λ̣ιᾶν, καὶ οἱ δικαστ[αὶ] μ̣ὴ ἀφαιρούντω μηθέν· οἱ δ’ ἐν τῶι πέμπτωι καὶ πεντηκοστῶι ἔτει κατεσταμένοι ἐξοδιασάντω καὶ Μνα- | |
[σισ]τράτωι τὸ διδόμενο[ν αὐτῶι] διάφορον εἰς τὸν στέφανον ὑπὸ τῆς̣ [πό]λ̣εος, δραχμὰς ἑξακισχι̣λ̣ίας, ἀποδόντω δὲ τῶι ταμίαι καὶ ὅσα κα εἶ | |
[πρ]οεξωδιασμένα διάφορα [ὑπ]ὸ τοῦ ταμίου ἐ[ν τῶι πέμπτωι καὶ πεντηκοστῶι] ἔ̣τε̣[ι εἰς] τ̣ὰ̣ κ̣[α]τ̣α̣σ̣κ̣ε̣υ̣αζόμ̣[εν]α̣ ἐν [τῶ]ι Καρνει- | |
55 | ασίωι ἢ δαπανούμενα χάριν τῶν μυστηρίων. τὸ δὲ [λοιπὸν ἐκ τῶν διαφόρων τούτου τοῦ ἔτους] ἐξοδιαζόντ[ω οἱ πέντε εἰς τὰ] ἐπ̣ι̣σ̣κε̣[υα]- |
ζόμενα ἐν τῶι Καρνειασίωι, καὶ ἄν τινος ἔτι χρεία εἶ [παρὰ ταύτας τὰς] π̣οθόδους, φερόντω γράφοντες ῥη[τῶς ε]ἰ̣ς̣ ὃ ἂν χρεία εἶ, καὶ οἱ ἄρχον- | |
τες καὶ οἱ σύνεδροι δογματοποιείσθωσαν, ὅτι δεῖ τὸν ταμίαν [διδόμ]εν τὰ διάφορα. ἀπὸ δὲ τῶν πιπτόντων ἐκ τῶν μυστηρίων ἀποκαθι- | |
στάσθω τῶι ταμίαι τὰ διάφορα, καὶ ἀποδόντω γραφὰν τῶι ἐπιμελητᾶι, περὶ ὧν κα διοικήσωντι, καὶ ἔστωσαν ὑπόμαστροι, ἄν τι ἀδικήσωντι, κα- | |
θὼς ἐπάνω γέγραπται. ὁ δὲ ταμίας, ὅσον κα παραλάβει διάφορον λοιπὸν ἐκ τούτων, γραφέτω ἐν ὑπεχθέματι εἰς τὰν ἐπισκευὰν τῶν ἐν τῶι | |
60 | Καρνειασίωι, καὶ μὴ ἀναχρησάσθω εἰς ἄλλο μηθέν, μέχρι ἂν ἐπιτελεσθεῖ, ὅσων χρεία ἐστὶ ποτὶ τὰν τῶν μυστηρίων συντέλειαν· μηδὲ γρα- |
ψάτω μηθεὶς δόγμα, ὅτι δεῖ ταῦτα τὰ διάφορα εἰς ἄλλο τι καταχρήσασθαι· εἰ δὲ μή, τό τε γραφὲν ἀτελὲς ἔστω, καὶ ὁ γράψας ἀποτεισάτω δρα- | |
χμὰς δισχιλίας· ὁμοίως δὲ καὶ ὁ ταμίας, ὅ τί κα ἐξοδιάσει, διπλοῦν καὶ δραχμὰς δισχιλίας· καὶ οἱ δικασταὶ μὴ ἀφαιρούντω μηθέν, καὶ τὰ πίπτοντα | |
ἐκ ταυτᾶν τᾶν κρισίων διάφορα ὑπαρχέτω εἰς τὰν ἐπισκευὰν τῶν ἐν τῶι Καρνειασίωι. ὅταν δὲ ἐπι{σ}τελεσθεῖ {²⁶ἐπιτελεσθεῖ}²⁶, ὅσων χρεία ἐστὶ ποτὶ τὸ συν- | |
τελεῖν τὰ μυστήρια, ὑπαρχέτω τὰ πίπτοντα διάφορα τῶν μυστηρίων εἰς τὰς τᾶς πόλεος ἐσόδους. θυμάτων παροχᾶς. οἱ ἱεροὶ μετὰ τὸ κα- | |
65 | τασταθῆμεν προκαρύξαντες ἐγδόντω τὰν παροχὰν τῶν θυμάτων, ὧν δεῖ θύεσθαι καὶ παρίστασθαι ἐν τοῖς μυστηρίοις, καὶ τὰ εἰς τοὺς |
καθαρμούς, ἐγδιδόντες, ἄν τε δοκεῖ συνφέρον εἶμεν ἐπὶ τὸ αὐτὸ πάντα τὰ θύματα, ἄν τε κατὰ μέρος, τῶι τὸ ἐλάχιστον ὑφισταμένωι | |
λάμψεσθαι διάφορον. ἔστι δὲ ἃ δεῖ παρέχειν πρὸ τοῦ ἄρχεσθαι τῶν μυστηρίων, ἄρνας δύο λευκούς, ἐπὶ τοῦ καθαρμοῦ κρίον εὔχρουν, καί, ὅταν | |
ἐν τῶι θεάτρωι καθαίρει, χοιρίσκους τρεῖς, ὑπὲρ τοὺς πρωτομύστας ἄρνας ἑκατόν, ἐν δὲ τᾶι πομπᾶι Δάματρι σῦν ἐπίτοκα, τοῖς δὲ Μεγάλοις | |
Θεοῖς δάμαλιν διετῆ σῦν, Ἑρμᾶνι κριόν, Ἀπόλλωνι Καρνείωι κάπρον, Ἅγναι οἶν. ὁ δὲ ἐγδεξάμενος κατεγγυεύσας ποτὶ τοὺς ἱεροὺς λα- | |
70 | βέτω τὰ διάφορα καὶ παριστάτω τὰ θύματα εὐίερα καθαρὰ ὁλόκλαρα, καὶ ἐπιδειξάτω τοῖς ἱεροῖς πρὸ ἁμερᾶν δέκα τῶν μυστηρίων· τοῖς |
δὲ δοκιμασθέντοις σαμεῖον ἐπιβαλόντω οἱ ἱεροί, καὶ τὰ σαμειωθέντα παριστάτω ὁ ἐγδεξάμενος· ἂν δὲ μὴ παριστᾶι ἐπὶ τὰν δοκιμασί- | |
αν, πρασσόντω οἱ ἱεροὶ τοὺς ἐγγύους αὐτὸ καὶ τὸ ἥμισυ, τὰ δὲ θύματα αὐτοὶ παρεχόντω καὶ ἀπὸ τῶν πραχθέντων διαφόρων κομισάσθωσαν | |
τὰν γενομέναν δαπάναν εἰς τὰ θύματα. τεχνιτᾶν εἰς τὰς χοριτείας. οἱ ἱεροὶ προγραφόντω κατ’ ἐνιαυτὸν τοὺς λειτουργήσοντας ἔν | |
τε ταῖς θυσίαις καὶ μυστηρίοις αὐλητὰς καὶ κιθαριστάς, ὅσους κα εὑρίσκωντι εὐθέτους ὑπάρχοντας, καὶ οἱ προγραφέντες λειτουργούντω | |
75 | τοῖς θεοῖς. ἀδικημάτων. ἂν δέ τις ἐν ταῖς ἁμέραις, ἐν αἷς αἵ τε θυσίαι καὶ τὰ μυστήρια γίνονται, ἁλῶι εἴτε κεκλεβὼς εἴτε ἄλλο τι ἀδίκη- |
μα πεποιηκώς, ἀγέσθω ἐπὶ τοὺς ἱερούς· καὶ ὁ μὲν ἐλεύθερος, ἂν κατακριθεῖ, ἀποτινέτω διπλοῦν, ὁ δὲ δοῦλος μαστιγούσθω καὶ ἀποτεισάτω δι- | |
πλοῦν τὸ κλέμμα, τῶν δὲ ἄλλων ἀδικημάτων ἐπιτίμιον δραχμὰς εἴκοσι· ἂν δὲ μὴ ἐκτίνει παραχρῆμα, παραδότω ὁ κύριος τὸν οἰκέταν τῶι ἀ- | |
δικηθέντι εἰς ἀπεργασίαν· εἰ δὲ μή, ὑπόδικος ἔστω ποτὶ διπλοῦν. περὶ τῶν κοπτόντων ἐν τῶι ἱερῶι. μηδεὶς κοπτέτω ἐκ τοῦ ἱεροῦ τόπου· | |
ἂν δέ τις ἁλῶι, ὁ μὲν δοῦλος μαστιγούσθω ὑπὸ τῶν ἱερῶν, ὁ δὲ ἐλεύθερος ἀποτεισάτω, ὅσον κα οἱ ἱεροὶ ἐπικρίνωντι· ὁ δὲ ἐπιτυχὼν ἀγέτω | |
80 | αὐτοὺς ἐπὶ τοὺς ἱεροὺς καὶ λαμβανέτω τὸ ἥμισυ. φύγιμον εἶμεν τοῖς δούλοις. τοῖς δούλοις φύγιμον ἔστω τὸ ἱερόν, καθὼς ἂν οἱ ἱεροὶ |
ἀποδείξωντι τὸν τόπον, καὶ μηθεὶς ὑποδεχέσθω τοὺς δραπέτας μηδὲ σιτοδοτείτω μηδὲ ἔργα παρεχέτω· ὁ δὲ ποιῶν παρὰ τὰ γεγραμ- | |
μένα ὑπόδικος ἔστω τῶι κυρίωι τᾶς τοῦ σώματος ἀξίας διπλασίας καὶ ἐπιτιμίου δραχμᾶν πεντακοσιᾶν, ὁ δὲ ἱερεὺς ἐπικρινέ- | |
τω περὶ τῶν δραπετικῶν, ὅσοι κα ἧνται ἐκ τᾶς ἁμετέρας πόλεος, καὶ ὅσους κα κατακρίνει, παραδότω τοῖς κυρίοις· ἂν δὲ μὴ παραδιδῶι ἐξέ̣σ̣- | |
τω τῶι κυρίωι ἀποτρέχειν ἔχοντι. περὶ τᾶς κράνας. τᾶς δὲ κράνας τᾶς ὠνο{ι}μασμένας {²⁶ὠνομασμένας}²⁶ διὰ τῶν ἀρχαίων ἐγγράφων Ἅγνας καὶ τοῦ γε[γε]- | |
85 | νημένου ποτὶ τᾶι κράναι ἀγάλματος τὰν ἐπιμέλειαν ἐχέτω Μνασίστρατος, ἕως ἂν ζεῖ, καὶ μετεχέτω μετὰ τῶν ἱερῶν τᾶν τε θυσι- |
ᾶν καὶ τῶν μυστηρίων, καὶ ὅσα κα οἱ θύοντες ποτὶ τᾶι κράναι τραπεζῶντι, καὶ τῶν θυμάτων τὰ δέρματα λαμβανέτω Μνασίστρατος, | |
τῶν τε διαφόρων, ὅσα κα οἱ θύοντες ποτὶ τᾶι κράναι προτιθῆντι ἢ εἰς τὸν θησαυρόν, ὅταν κατασκευασθεῖ, ἐμβάλωντι, λαμβανέτω Μνα- | |
σίστρατος τὸ τρίτον μέρος· τὰ δὲ δύο μέρη, καὶ ἄν τι ἀνάθεμα ὑπὸ τῶν θυσιαζόντων ἀνατιθῆται, ἱερὰ ἔστω τῶν θεῶν. ὁ δὲ ἱερεὺς καὶ οἱ ἱε- | |
ροὶ ἐπιμέλειαν ἐχόντω, ὅπως ἀπὸ τῶν διαφόρων ἀναθέματα κατασκευάζηται τοῖς θεοῖς, ἃ ἂν τοῖς συνέδροις δόξει. θησαυρῶν κατασκευ- | |
90 | [ᾶ]ς. οἱ ἱεροὶ οἱ κατεσταμένοι ἐν τῶι πέμπτωι καὶ πεντηκοστῶι ἔτει ἐπιμέλειαν ἐχόντω μετὰ τοῦ ἀρχιτέκτονος, ὅπως κατασκευασ- |
[θ]ῆντι θησαυροὶ λίθινοι δύο κλαικτοί, καὶ χωραξάντω τὸν μὲν ἕνα εἰς τὸν ναὸν τῶν Μεγάλων Θεῶν, τὸν δ’ ἄλλον ποτὶ τᾶι κράναι, ἐν ὧι ἂν τόπ- | |
ωι δοκεῖ αὐτοῖς ἀσφαλῶς ἕξειν· καὶ ἐπιθέντω κλᾶϊκας, καὶ τοῦ μὲν παρὰ τᾶι κράναι ἐχέτω τὰν ἁτέραν κλᾶϊκα Μνασίστρατος, τὰν δὲ ἄλ̣- | |
λ̣αν οἱ ἱεροί, τοῦ δὲ ἐν τῶι ναῶι ἐχόντω τὰν κλᾶϊκα οἱ ἱεροί, καὶ ἀνοιγόντω κατ’ ἐνιαυτὸν τοῖς μυστηρίοις καὶ τὸ ἐξαριθμηθὲν διάφορον ἐ[ξ] | |
ἑκατέρου τοῦ θησαυροῦ χωρὶς γράψαντες ἀνενεγκάντω· ἀποδόντω δὲ καὶ Μνασιστράτωι τὸ γινόμενον αὐ[τῶι] διάφορον, καθὼς ἐν τ[ῶι] | |
95 | διαγράμματι γέγραπται. ἱεροῦ δείπνου. οἱ ἱεροὶ ἀπὸ τῶν θυμάτων τῶν ἀγομένων ἐν τᾶι πομπᾶι ἀφελόντες ἀφ’ ἑκάστου τὰ νόμι̣[μα] |
τοῖς θεοῖς [τὰ λοι]πὰ κρέα καταχρησάσθωσαν εἰς τὸ ἱερὸν δεῖπνον μετὰ τᾶν ἱερᾶν καὶ παρθένων, καὶ παραλαβόντω τόν τε ἱερῆ | |
[καὶ τὰ]ν̣ ἱέρεαν κ[αὶ τὰ]ν ἱέρεαν τοῦ Καρνείου καὶ Μνασίστρατον καὶ τὰν γυναῖκα τε καὶ τὰς γενεὰς αὐτοῦ καὶ τῶν τεχνιτᾶν τοὺς λει- | |
[το]υ̣[ργή]σαντας [ἐν τα]ῖς χορείαις καὶ τᾶν ὑπηρεσιᾶν τοὺς λειτουργοῦντας αὐτοῖς· καὶ εἰς τὰ λοιπὰ δαπανάματα μὴ πλεῖον ἀνάλωμα | |
[π]οιοῦν̣τ̣ες δραχμᾶν ․․․․․․․․․․ {²vacare videtur}² ἀγορᾶς. οἱ ἱεροὶ τόπον ἀποδειξάντω, ἐν ᾧ πραθήσεται πάντα· ὁ δὲ ἀγορανόμος ὁ ἐπὶ πόλεος 〚επι〛 | |
100 | ἐ̣πιμέλειαν ἐχέτω, ὅπως οἱ πωλοῦντες ἄδολα καὶ καθαρὰ πωλοῦντι καὶ χρῶνται σταθμοῖς καὶ μέτροις συμφώνοις ποτὶ τὰ δαμόσια, καὶ |
μὴ τασσέτω μή̣[τ]ε̣ πόσου δεῖ πωλεῖν, μηδὲ καιρὸν τασσέτω μηδὲ πρασσέτω μηθεὶς τοὺς πωλοῦντας τοῦ τόπου μηθέν· τοὺς δὲ μὴ πω- | |
λοῦντας καθὼς γέγραπται, τοὺς μὲν δούλους μαστιγούτω, τοὺς δὲ ἐλευθέρους ζαμιούτω εἴκοσι δραχμαῖς· καὶ τὸ κρίμα ἔστω ἐπὶ τῶν ἱε- | |
[ρῶν]. vac. ὕδατος. ἐχέτω δὲ ἐπιμέλειαν ὁ ἀγορανόμος καὶ περὶ τοῦ ὕδατος, ὅπως κατὰ τὸν τᾶς παναγύριος χρόνον μηθεὶς κακοποιεῖ μήτε | |
[τὸ β]ή̣λημα μήτε τοὺς ὀχετοὺς μήτε ἄν τι ἄλλο κατασκευασθεῖ ἐν τῶι ἱερῶι χάριν τοῦ ὕδατος, καὶ ὅπως, καθὼς ἂν μερισθεῖ, ῥεῖ τὸ ὕδωρ καὶ μη- | |
105 | [θ]ε[ὶς ἀ]ποκωλύει τοὺς χρωμένους· ἂν δέ τινα λαμβάνει ποιοῦντά τι τῶν κεκωλυμένων, τὸν μὲν δοῦλον μαστιγούτω, τὸν δὲ ἐλεύθερον̣ |
[ζαμιούτω] εἴκοσι δραχμαῖς· καὶ τὸ κρίμα ἔστω ἐπὶ τῶν ἱερῶν. ἀλείμματος καὶ λουτροῦ. ὁ ἀγορανόμος ἐπιμέλειαν ἐχέτω, ὅπως οἱ θέλοντες | |
[βαλανεύε]ιν ἐν τῶι ἱερῶι μὴ πλεῖον πράσσωντι τοὺς λουομένους δύο χαλκῶν καὶ παρέχωντι πῦρ καὶ μάκραν εὔκρατον καὶ τοῖς κατακλυ- | |
[ζομένοις ὕ]δωρ εὔκρατον, καὶ ὅπως ὁ ἐγδεξάμενος τῶν ξύλων τὰν παροχὰν εἰς τὸ ἀλειπτήριον παρέχει ξύλα ξηρὰ καὶ ἱκανὰ τοῖς ἀλει- | |
[φομένοις] κατ’ ἀμέραν ἀπὸ τετάρτας ὥρας ἕως ἑβδόμας. δοῦλος δὲ μηθεὶς ἀλειφέσθω. οἱ δὲ ἱεροὶ ἐγδιδό{ι}ντω {²⁶ἐγδιδόντω}²⁶ τὰν παροχὰν τῶν ξύλ̣[ω]ν̣ | |
110 | [τῶν εἰς τ]ὸ̣ ἀλειπτήριον· ἂν δέ τις τῶν ἐγδεξαμένων ἢ τῶν βαλανέων μὴ ποιεῖ καθὼς γέγραπται, τὸν μὲν δοῦλον μαστιγούτω ὁ ἀγορ̣α̣νό- |
[μος, τ]ὸν δὲ ἐλεύθ<ε>ρον ζαμιούτω καθ’ ἕκαστον ἀδίκημα εἴκοσι δραχμαῖς· καὶ τὸ κρίμα ἔστω ἐπὶ τῶν ἱερῶν. συνέσιος ἀναφορᾶς. οἱ ἱε- | |
[ροὶ ὅ]σ̣α̣ κα διοικήσωντι ἐν τᾶι παναγύρει ἢ κατακρίνωντί τινας, σύνεσιν ἀνενεγκάντω εἰς τὸ πρυτανεῖον· ἀναγραψάντω δὲ καὶ | |
[εἰς τ]ὸ̣ν οἶκον τὸν ἐν τῶι ἱερῶι, οὓς ἂν κατακρίνωντι καὶ ἐπὶ ποίωι ἀδικήματι. ἀντίγραφον ἔχειν τοῦ διαγράμματος. οἱ κατεσταμέ- | |
[νοι ὥ]στε γράψαι τὸ διάγραμμα, καθὼς ἂν δοκιμασθεῖ, δόντω τοῖς νομοδείκταις ἀντίγραφον. οἱ δὲ λαβόντες ἐπιδεικνυόντω τῶι | |
115 | [χρε]ί̣α̣ν ἔχοντι. καὶ ἐν τοῖς μυστηρίοις συνλειτουργούντω τοῖς ἱεροῖς καὶ ὁ κᾶρυξ καὶ αὐλητὰς καὶ μάντις καὶ ἀρχιτέκτων. |
[τᾶς κατα]στάσιος τῶν δέκα. οἱ δαμιοργοὶ τοῦ ἕκτου μηνὸς τᾶι δωδεκάται, πρὸ τοῦ τὸν κ<λᾶ>ρον τῶν ἱερῶν | |
face B.117 | [κ]αὶ τᾶν ἱερᾶν γί- |
νεσθαι, ἀποδόντ[ω] | |
τῶι δάμωι χειροτο- | |
120 | νίαν, ὅπως καταστά- |
σει ἐκ πάντων τῶν | |
πολιτᾶν δέκα, μὴ | |
νεωτέρους ἐτῶν | |
τ̣εσσαράκοντα μη- | |
125 | [δ]ὲ δὶς τοὺς αὐτοὺς τ- |
[ό]ν γ’ ἰὸν ἐνιαυτόν. π[ο]- | |
[τ]εισφερόντω δὲ οἵ τε | |
ἄρχοντες καὶ τῶν | |
ἄλλων ὁ θέλων, εἰσ- | |
130 | φέροντες, ἐξ ὧν γέ- |
γραπται τοὺς ἱεροὺς | |
κλαροῦσθαι· τοὺς δὲ | |
κατασταθέντας ὁ[ρ]- | |
κιξάτω ὁ γραμματεὺς | |
135 | τῶν συνέδρων τὸν |
ὅρκον, ὃν οἱ ἱεροὶ ὀμν[ύ]- | |
οντι. ἐχόντω δὲ οἱ κα- | |
τασταθέντες ἐπι- | |
μέλειαν περὶ πάν- | |
140 | των, ὧν δεῖ ἐν τοῖς μυσ- |
τηρίοις συντελεῖσ- | |
θαι, καὶ φροντιζόντω, | |
ὅσων χρεία ἐστὶ εἰς | |
τὸ ἐπιτελεῖσθαι τὰ | |
145 | μυστήρια. προγρα- |
φόντω δὲ ἐκ τῶν ἱε- | |
ρῶν καὶ ῥαβδοφόρους | |
τοὺς εὐθετωτάτους, | |
ὁμοίως δὲ καὶ μυστα- | |
150 | γωγούς. τοὺς δὲ συν- |
λειτουργήσοντας | |
μετὰ Μνασιστρά- | |
[τ]ου προγραφόντω, ἄν | |
[τ]ινας εὑρίσκωντι εὐ- | |
155 | θέτους ὑπάρχοντας |
καὶ τῶν μὴ ὄντων ἱε- | |
ρῶν· καὶ οἱ προγραφέν- | |
τες πειθαρχούντω | |
καὶ ἐπιτελούντω, ὃ ἂν | |
160 | προγραφῆντι· τὸν δὲ |
μὴ ποιοῦντα κατακρι- | |
νάντω εἴκοσι δρα- | |
[χ]μαῖς καὶ ἐγγραψάν- | |
τω εἰς τοὺς πολεμάρ- | |
165 | χους. οἱ δὲ ῥαβδοφόροι |
μαστιγούντω, οὕς κα | |
οἱ δέκα κελεύωντι· | |
οἱ δὲ κατασταθέν- | |
τες δέκα κρινόντω | |
170 | [τ]ὰ κ[ρίμα]τα [πάντα]. |
ἂ[ν δὲ χρεία εἶ πε]- | |
ρί τινος διαβούλιον [γί]- | |
νεσθαι, συναγόντω | |
οἱ δέκα πάντες τοὺς ἱ- | |
175 | ερούς, καὶ καθὼς τοῖς |
πλειόνοις δόξαι, ἐπιτε- | |
λείσθω. φορούντω δὲ οἱ | |
δέκα ἐν τοῖς μυστηρί- | |
οις στρόφιον πορφύριον. | |
180 | ἀγράφων. εἰ δέ τινα |
ἄγραφά ἐστι ἐν τῷ δι- | |
αγράμματι ποτὶ τὰν | |
τῶν μυστηρίων καὶ | |
τᾶν θυσιᾶν συντέλει- | |
185 | αν, βουλευέσθωσαν οἱ |
σύνεδροι, μὴ μετακι- | |
νοῦντες ἐπὶ καταλ[ύ]- | |
σει τῶν μυστηρίων μ[η]- | |
θὲν τῶν κατὰ τὸ διά- | |
190 | γραμμα· εἰ δὲ μή, τὸ |
γραφὲν ἀτελὲς ἔστω· | |
τὸ δὲ διάγραμμα κύρι- | |
ον ἔστω εἰς πάντα τὸν | |
χρόνον. |