[ ] Att. — non-stoich. — c. 155/4
1 Κόνων  Κόνωνος  Κειριάδης [εἶπεν· ἐπειδὴ] Μιλτιά[δης]
Ζωΐλου Μαραθώνιος χειροτο[νηθεὶς ὑπὸ τοῦ] δήμ[ου]
[Θη]σε[ίων ἀγωνοθέ]της ε[ἰ]ς τ[ὸν] ἐνια[υτὸν τὸν ἐ]πὶ Φαιδρί-
[ο]υ ἄρχον[το]ς [τήν τε πομπὴν ἔπ]εμψε[ν εὐσχήμ]ονα καὶ τὴν
5 θυσίαν συνετέλεσε[ν τῶι] Θ[η]σεῖ κατὰ τ[ὰ πάτρια κ]αὶ τῆς λαμ-
πάδος καὶ τοῦ γυμ[νικοῦ ἀγ]ῶνος ἐποιή[σατο πᾶσα]ν ἐπιμέλειαν
[προνοηθεὶ]ς τοῦ μ[ηθένα τῶ]ν ἀγωνιζομ[ένων] ἀδικήματι περι-
π[εσεῖν· ἔθηκεν] δὲ καὶ ἆ[θλ]α τοῖς ἀγωνισα[μέν]οις σπουδῆς οὐ[θὲ]ν
ἐλλ[είπων κατ]ὰ τὰ ἐψηφισμένα τῶι δήμ[ωι]· παρεσκεύασε[ν δὲ καὶ]
10 ταῖς φ[υλαῖς τα]ῖς νικώ[σ]αις ἆθλα τῶν τε ἱππέων καὶ τῶν ἐπ[ιλέκτων],
ὁμο[ίως δὲ κ]αὶ τοῖς ἐκ τῶ[ν][θ]νῶν τάγμ[ασιν, καὶ τ]αῦτα ἀν[έθηκεν]·
ἔδω[κεν δὲ κ]αὶ τε[ῖ] βουλε[ῖ καθέσ]ιμον δραχμὰς v ΧΗΗ v καὶ τοῖς πρυ-
τάν[εσιν εἰς] θυσίαν Η· v ἀν[έθη]κεν δὲ καὶ στήλην ἐν τῶι τοῦ
Θησ[έως τε]μένει εἰς ἣν ἀν[έγρ]αψε τοὺς νικήσαντας, καὶ εἰς ταῦτα
15 ἅπ[αντα] ἀπολογίζετα[ι ἀνη]λωκὼς ἐκ τῶν ἰδίων ὑπὲρ τὰς τρισ-
χιλ[ί]ας [τ]ριακοσίας ἐνε[νή]κοντα δραχμάς· καὶ περὶ ἁπάντων
ὧν ὠικο[νό]μηκεν ἀπεν[ή]νοχεν λόγους εἰς τὸ μητρῶιον καὶ
πρὸς τοὺ[ς λ]ογιστὰς καὶ [τὰ]ς εὐθύνας ἔδωκεν· ὅπως οὖν καὶ
ἡ βουλὴ κα[ὶ] ὁ δῆμος μνημονεύοντες φαίνωνται τῶν εἰς
20 ἑαυτοὺς φ[ι]λοτιμουμένων καὶ ἑτοίμως διδόντων εἰς τὰς
ἐπιμελείας, v ἀγαθεῖ τύχει δεδόχ[θαι τ]εῖ βουλεῖ τοὺς λα-
χόντας προέδρους εἰς τ[ὴ]ν ἐπιοῦσ[αν ἐκκλ]ησίαν χρηματί-
σαι περὶ τούτων, γνώμην [δ]ὲ ξυμ[βάλλεσθ]αι τῆς βουλῆς
εἰς τὸν δῆμον ὅτι δοκεῖ τ[εῖ βο]υλ[εῖ, ἐπαινέσαι Μ]ιλτιάδην
25 Ζωΐλου Μαραθών[ι]ον καὶ στε[φαν]ῶσαι αὐτὸν χρυσῶι στεφά-
νωι κατὰ τὸν νόμ[ον] εὐνοίας ἕν[εκε]ν καὶ φιλ̣οτιμίας ἣν ἔχων
διατελεῖ περί τε τὴμ [β]ουλὴν καὶ [τὸν] δῆμον τὸν Ἀθηναίων·
δεδόσθαι δὲ αὐτῶι κ[αὶ] τόπον ἀν[α]θέσει τῆς ὁπλοθήκης ἐν τῆι
στοᾶι τοῦ Ῥωμαίου· ἀναγορεῦσαι δὲ τὸν στέφανον Διονυσίων
30 τε τῶν ἐν ἄστει καινοῖς τραγωιδοῖς καὶ Παναθηναίων καὶ Ἐλευ-
σινίων καὶ Πτολεμαίων τοῖς γυμνικοῖς ἀγῶσιν. ἀναγράψαι δὲ
τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν εἰς
στήλην ἐν ἧι καὶ οἱ νενικ[η]κότες. vacat
33a                              vacat 0.055
34                              ἡ βου[λὴ]
35                              ὁ δῆμο[ς]
                            Μιλτιάδη[ν]
                              Ζωΐλου
                            Μαραθώνιο[ν].
38a                              vacat 0.08
39  ἐπὶ Φαιδρίου ἄρχοντος οἵδε ἐνίκων τὸν ἀγῶνα [τῶν Θησεί]ων·
col. I.40     τοὺς σαλπικτάς·
Καλλίστρατος Καλλιμάχου Ἀθηναῖος.
    τοὺς κήρυκας·
Θεόδωρος Θεοδώρου [Ἀθηνα]ῖος.
    τῶν ἐπιλέκτω[ν εὐ]αν[δ]ρίαι·
45 φυλὴ ἐνίκα Ἀτταλὶς ταξια[ρχοῦντος]
[Τι]μοκλέους τοῦ Τιμοκλέους Ἁ[γν]ουσίου.
    τῶν ἐπιλέκτων εὐοπλ[ία]ι·
φυλὴ ἐνίκα Αἰγεΐς v ταξιαρχοῦ[ντ]ος
Ἀπολλοδότου τοῦ Ἡγίου Κολλ[υτέω]ς.
50     τῶν ἐν τοῖς ἔθνεσιν ε[ὐανδρίαι]·
τάγμα ἐνίκα τὸ Ἰσιδώρου.
εὐοπλίαι· τάγμα ἐνίκα τὸ Πύ[ρ]ρου.
    τῶν ἱππέων εὐαν[δρί]αι·
φυλὴ ἐνίκα Λεωντὶς ἱ[ππ]αρχοῦντος
55 Φειδύλλου τοῦ Ἱέρωνος Α[ἰθ]αλίδου.
    τῶν ἱππέων εὐοπλίαι·
φυλὴ ἐνίκα Αἰαντὶς ταραντιναρχούντω[ν]
Εὐθοίνου τοῦ Μοσχίωνος Μαραθωνίου
Πολυνίκου τοῦ Μοσχίωνος Μαραθωνίο[υ].
60     τῆι λαμπάδι τῶν παίδων
    ἐκ τῆς Ἀντιγένου παλαίστ[ρας]·
Ἀθηνόβιος Διονυσίου Λεωντίδος φυ[λῆς].
    τῆι λαμπάδι ἐκ τῶν ἔνων ἐ[φήβων]·
Εὐαρχίδης Ἀνδρέου Ἀντιοχ[ίδ]ος φυλ[ῆς].
65     τῆι λαμπάδι τῶν νε[ανίσ]κων ἐγ Λ[υκείου]·
— — — ς Λύκου Ἱπποθων[τίδο]ς φυλῆς.
    τῆι λαμπάδι τῶν [ἱππ]έων·
Ἐχέδημος Ἀρκέτου Πανιο]νίδος φυλῆς.
    παῖδας δόλιχον [τῆς] τρίτης ἡλικίας·
70 Ἀρίστων Ξενοκράτου [Λ —]ντίδος φυλῆς.
    παῖδας ἐκ πά[ντων] δόλιχον·
Καλλιμέδων Φιλη[— — Ἀθη]ναῖος.
    ἄνδρας [δόλιχον]·
[Χ]αρικλῆς Μεν[εκλέους — — —].
75     παῖδα[ς στάδιον τῆς πρώτης ἡλικίας]·
Ἀπολλόδοτ[ος — — —  — — ίδος φυ]λῆς.
   [παῖδας στάδιον τῆς δευτέρας ἡλικί]α[ς]·
Διον[υσ — —  — — —  — — ίδος φυλῆς].
   [παῖδας στάδιον τῆς τρίτης ἡλικί]ας·
80 [— — —  — — —  — — ίδος] φυλῆς.
   [παῖδας ἐκ πάντων στάδιον]·
— — —   — — —   — — —
   [ἄνδρας στάδιον]·
— — —   — — —   — — —
85    [παῖδας δίαυλον τῆς πρώτης ἡλικίας]·
Α[— — —  — — — ο]υ Ἀττα[λίδος φυλῆς].
   [παῖδας δίαυλον τῆς] δευτέρας [ἡλικίας]·
Πείσ[ων — — — Πανδιο]νίδος φυλῆς.
   [π]α[ῖδας δίαυλον] τῆς τρίτης ἡλικ[ίας]·
90 Δημήτριος [— — — Ἱ]πποθωντίδος φυ[λῆς].
    παῖδα[ς ἐκ πάντ]ων δίαυλον·
Σιληνὸς Λύκ[ου Ἀθηνα]ῖος.
    ἄνδρας δ[ίαυλο]ν·
Θεόφραστος Ἡρα[κλ]είτου Ἀθηναῖος.
95     παῖδας πάλην τῆς πρώτης ἡ[λικίας]·
Νίκανδρος Δημητρίου Ἐρεχθεῖδο[ς φυλῆς].
              vacat
col. II.40     παῖδας πά[λην] τῆς δευτέρας ἡλικί[ας]·
Σωκράτης Σωκρά[του Οἰ]νεῖδος φυλῆς.
    παῖδα[ς ἐκ πά]ντων πάλην·
Εὐαρχίδης Ἀ[νδρ]έου Ἀθηναῖος.
    ἄν[δρας] πάλην·
45 Λύσω[ν ․․․․ κ]ράτου Ἀθηναῖος.
   [παῖδας π]υγμὴν τῆς πρώτης ἡλικίας·
Πο[․․c.7․․ Ἑ]ρμογένου Πτολεμαΐδος φυλ[ῆς].
   [παῖ]δας πυγμὴν τῆς δευτέρας ἡλικία[ς]·
Νικο․․․․ος Δημαινέτου Λεωντίδος φυλῆ[ς].
50    [παῖ]δας πυγμὴν τῆς τρίτης ἡλικία[ς]·
Πολυ․․․ος Ὑβρίστου Ἱπποθ[ωντ]ίδος φυ[λῆς].
   [π]αῖδας ἐκ πάντων πυ[γμ]ήν·
Μν[ησί]θεος Μνησιθέου Ἀθηναῖος.
   [ἄν]δρας πυγμήν·
55 [— — — Κ]αλλιστράτου Ἀθηναῖος.
   [παῖδας παγ]κράτιον τῆς πρώτης ἡλικί[ας]·
[— — —  — — κ]λείτου Πτολεμαΐδος φυλῆ[ς].
   [παῖδας παγ]κράτιον τῆς δευτέρας ἡλικί[ας]·
[— — — Ἀν]τιμάχου Αἰγεῖδος φυλῆς.
60    [παῖδας παγκράτιον τ]ῆς τρίτης ἡλικία[ς]·
 — — ος Ἀριστω[νύ]μου Κεκροπίδος φυλῆ[ς].
    παῖδας ἐκ πάντ[ων] παγκράτιον·
[Ἀ]σώπων Κάλλωνος Ἀθηναῖος.
    ἄνδρας παγκράτιον·
65 Δημήτριος Ἀσκληπιοδώρου Ἀθηναῖος.
ὁπλίτην· Ἀναξικράτης Ξενοκράτου Ἀθηναῖ[ος].
    ὁπλομαχῶν τῆς πρώτης ἡλικίας ἐν ἀσπιδίω[ι]
καὶ δόρατι· Φιλόξενος Ἱερωνύμου Ἀκαμαντίδος φυ[λῆς].
    ἐν θυρεῶι καὶ μαχαίραι τῆς πρώτης ἡλικίας·
70 Θράσιππο[ς] Καλλίου Αἰγεῖδος φυλῆς.
    τῆς [δευτ]έρας ἡλικίας ἐν ἀσπιδίωι καὶ δόρα[τι]·
Δημοσθένης Θρασυμήδου Πτολεμαΐδος φ[υλῆς].
    ἐν θυρεῶι καὶ μα[χ]αίραι τῆς δευτέρας ἡ[λικίας]·
Σέλευκος Μαάρκου Αἰαντίδος φυλῆς.
75     τῆς τρίτης ἡλικίας ἐν [ἀσπι]δίωι καὶ δ[όρατι]·
Εὔδοξος Εὐδόξου Ἱπποθ[ωντίδο]ς [φυλ]ῆς.
    ἀκοντίζων ἐκ τῶν ἐ[φή]βων·
Θεόφραστος Ἡρακλείτου Οἰνεῖδος φυλῆς.
    ἵππωι λαμπρῶι·
80 Φείδυλλος [Ἱέρωνο]ς Λεωντίδος φυλῆς.
[ζε]ύγει ἐ[κβιβάζων· Ἐχέδημος Ἀ]ρκέτου Πανδιονίδος φυ[λῆς].
[ἐκβάτης· ․․c.8․․․]ησα․․c.7․․λου Ῥαμνού[σιος].
[δίαυλον(?)]· Ἐχέδημος Ἀρκέτου Πανδιονίδος φ[υλῆς].
[ἀκάμ]πιον· Ἐχέδημος Ἀρκέτου Πανδιονίδος φυ[λῆς].
85 [ἵππ]ωι πολεμιστῆι δίαυλον ἐκ τῶν ἱππέων·
— — ης Διοκλέους Κεκροπίδος φυλῆς.
    δίαυλον ἐκ τῶν ἱππέων·
[Δι]ονύσιος Ἀγαθοκλέους Αἰαντίδος φυλῆ[ς].
    ἀκάμπιον ἐκ τῶν ἱππέων·
90 Δεξιφῶν Καλλιφάν[ου Ο]ἰνεῖδος φυ[λῆς].
    δίαυλον ἐκ [πάντων]·
Χαρῖν[ος Διο]κλέους Οἰνεῖδος φυλῆς.
   [ἀ]κ[ά]μ̣πιον ἐκ πάντων·
Διονύσιος Ἀγαθοκλέους Αἰαντίδος φυλῆς.
95     ἀφ’ ἵππου ἀκοντίζων·
[Δ]ημήτριος Ὕλλου Ἐρεχθεῖδος φυλῆς.
                     vacat
Search Help
Contact Us