[ ]
Att. — non-stoich. — c. 155/4
| 1 | Κόνων Κόνωνος Κειριάδης [εἶπεν· ἐπειδὴ] Μιλτιά[δης] |
| Ζωΐλου Μαραθώνιος χειροτο[νηθεὶς ὑπὸ τοῦ] δήμ[ου] | |
| [Θη]σε[ίων ἀγωνοθέ]της ε[ἰ]ς τ[ὸν] ἐνια[υτὸν τὸν ἐ]πὶ Φαιδρί- | |
| [ο]υ ἄρχον[το]ς [τήν τε πομπὴν ἔπ]εμψε[ν εὐσχήμ]ονα καὶ τὴν | |
| 5 | θυσίαν συνετέλεσε[ν τῶι] Θ[η]σεῖ κατὰ τ[ὰ πάτρια κ]αὶ τῆς λαμ- |
| πάδος καὶ τοῦ γυμ[νικοῦ ἀγ]ῶνος ἐποιή[σατο πᾶσα]ν ἐπιμέλειαν | |
| [προνοηθεὶ]ς τοῦ μ[ηθένα τῶ]ν ἀγωνιζομ[ένων] ἀδικήματι περι- | |
| π[εσεῖν· ἔθηκεν] δὲ καὶ ἆ[θλ]α τοῖς ἀγωνισα[μέν]οις σπουδῆς οὐ[θὲ]ν | |
| ἐλλ[είπων κατ]ὰ τὰ ἐψηφισμένα τῶι δήμ[ωι]· παρεσκεύασε[ν δὲ καὶ] | |
| 10 | ταῖς φ[υλαῖς τα]ῖς νικώ[σ]αις ἆθλα τῶν τε ἱππέων καὶ τῶν ἐπ[ιλέκτων], |
| ὁμο[ίως δὲ κ]αὶ τοῖς ἐκ τῶ[ν] ἐ[θ]νῶν τάγμ[ασιν, καὶ τ]αῦτα ἀν[έθηκεν]· | |
| ἔδω[κεν δὲ κ]αὶ τε[ῖ] βουλε[ῖ καθέσ]ιμον δραχμὰς v ΧΗΗ v καὶ τοῖς πρυ- | |
| τάν[εσιν εἰς] θυσίαν Η· v ἀν[έθη]κεν δὲ καὶ στήλην ἐν τῶι τοῦ | |
| Θησ[έως τε]μένει εἰς ἣν ἀν[έγρ]αψε τοὺς νικήσαντας, καὶ εἰς ταῦτα | |
| 15 | ἅπ[αντα] ἀπολογίζετα[ι ἀνη]λωκὼς ἐκ τῶν ἰδίων ὑπὲρ τὰς τρισ- |
| χιλ[ί]ας [τ]ριακοσίας ἐνε[νή]κοντα δραχμάς· καὶ περὶ ἁπάντων | |
| ὧν ὠικο[νό]μηκεν ἀπεν[ή]νοχεν λόγους εἰς τὸ μητρῶιον καὶ | |
| πρὸς τοὺ[ς λ]ογιστὰς καὶ [τὰ]ς εὐθύνας ἔδωκεν· ὅπως οὖν καὶ | |
| ἡ βουλὴ κα[ὶ] ὁ δῆμος μνημονεύοντες φαίνωνται τῶν εἰς | |
| 20 | ἑαυτοὺς φ[ι]λοτιμουμένων καὶ ἑτοίμως διδόντων εἰς τὰς |
| ἐπιμελείας, v ἀγαθεῖ τύχει δεδόχ[θαι τ]εῖ βουλεῖ τοὺς λα- | |
| χόντας προέδρους εἰς τ[ὴ]ν ἐπιοῦσ[αν ἐκκλ]ησίαν χρηματί- | |
| σαι περὶ τούτων, γνώμην [δ]ὲ ξυμ[βάλλεσθ]αι τῆς βουλῆς | |
| εἰς τὸν δῆμον ὅτι δοκεῖ τ[εῖ βο]υλ[εῖ, ἐπαινέσαι Μ]ιλτιάδην | |
| 25 | Ζωΐλου Μαραθών[ι]ον καὶ στε[φαν]ῶσαι αὐτὸν χρυσῶι στεφά- |
| νωι κατὰ τὸν νόμ[ον] εὐνοίας ἕν[εκε]ν καὶ φιλ̣οτιμίας ἣν ἔχων | |
| διατελεῖ περί τε τὴμ [β]ουλὴν καὶ [τὸν] δῆμον τὸν Ἀθηναίων· | |
| δεδόσθαι δὲ αὐτῶι κ[αὶ] τόπον ἀν[α]θέσει τῆς ὁπλοθήκης ἐν τῆι | |
| στοᾶι τοῦ Ῥωμαίου· ἀναγορεῦσαι δὲ τὸν στέφανον Διονυσίων | |
| 30 | τε τῶν ἐν ἄστει καινοῖς τραγωιδοῖς καὶ Παναθηναίων καὶ Ἐλευ- |
| σινίων καὶ Πτολεμαίων τοῖς γυμνικοῖς ἀγῶσιν. ἀναγράψαι δὲ | |
| τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν εἰς | |
| στήλην ἐν ἧι καὶ οἱ νενικ[η]κότες. vacat | |
| 33a | vacat 0.055 |
| 34 | ἡ βου[λὴ] |
| 35 | ὁ δῆμο[ς] |
| Μιλτιάδη[ν] | |
| Ζωΐλου | |
| Μαραθώνιο[ν]. | |
| 38a | vacat 0.08 |
| 39 | ἐπὶ Φαιδρίου ἄρχοντος οἵδε ἐνίκων τὸν ἀγῶνα [τῶν Θησεί]ων· |
| col. I.40 | τοὺς σαλπικτάς· |
| Καλλίστρατος Καλλιμάχου Ἀθηναῖος. | |
| τοὺς κήρυκας· | |
| Θεόδωρος Θεοδώρου [Ἀθηνα]ῖος. | |
| τῶν ἐπιλέκτω[ν εὐ]αν[δ]ρίαι· | |
| 45 | φυλὴ ἐνίκα Ἀτταλὶς ταξια[ρχοῦντος] |
| [Τι]μοκλέους τοῦ Τιμοκλέους Ἁ[γν]ουσίου. | |
| τῶν ἐπιλέκτων εὐοπλ[ία]ι· | |
| φυλὴ ἐνίκα Αἰγεΐς v ταξιαρχοῦ[ντ]ος | |
| Ἀπολλοδότου τοῦ Ἡγίου Κολλ[υτέω]ς. | |
| 50 | τῶν ἐν τοῖς ἔθνεσιν ε[ὐανδρίαι]· |
| τάγμα ἐνίκα τὸ Ἰσιδώρου. | |
| εὐοπλίαι· τάγμα ἐνίκα τὸ Πύ[ρ]ρου. | |
| τῶν ἱππέων εὐαν[δρί]αι· | |
| φυλὴ ἐνίκα Λεωντὶς ἱ[ππ]αρχοῦντος | |
| 55 | Φειδύλλου τοῦ Ἱέρωνος Α[ἰθ]αλίδου. |
| τῶν ἱππέων εὐοπλίαι· | |
| φυλὴ ἐνίκα Αἰαντὶς ταραντιναρχούντω[ν] | |
| Εὐθοίνου τοῦ Μοσχίωνος Μαραθωνίου | |
| Πολυνίκου τοῦ Μοσχίωνος Μαραθωνίο[υ]. | |
| 60 | τῆι λαμπάδι τῶν παίδων |
| ἐκ τῆς Ἀντιγένου παλαίστ[ρας]· | |
| Ἀθηνόβιος Διονυσίου Λεωντίδος φυ[λῆς]. | |
| τῆι λαμπάδι ἐκ τῶν ἔνων ἐ[φήβων]· | |
| Εὐαρχίδης Ἀνδρέου Ἀντιοχ[ίδ]ος φυλ[ῆς]. | |
| 65 | τῆι λαμπάδι τῶν νε[ανίσ]κων ἐγ Λ[υκείου]· |
| — — — ς Λύκου Ἱπποθων[τίδο]ς φυλῆς. | |
| τῆι λαμπάδι τῶν [ἱππ]έων· | |
| Ἐχέδημος Ἀρκέτου Παν[διο]νίδος φυλῆς. | |
| παῖδας δόλιχον [τῆς] τρίτης ἡλικίας· | |
| 70 | Ἀρίστων Ξενοκράτου [Λ —]ντίδος φυλῆς. |
| παῖδας ἐκ πά[ντων] δόλιχον· | |
| Καλλιμέδων Φιλη[— — Ἀθη]ναῖος. | |
| ἄνδρας [δόλιχον]· | |
| [Χ]αρικλῆς Μεν[εκλέους — — —]. | |
| 75 | παῖδα[ς στάδιον τῆς πρώτης ἡλικίας]· |
| Ἀπολλόδοτ[ος — — — — — ίδος φυ]λῆς. | |
| [παῖδας στάδιον τῆς δευτέρας ἡλικί]α[ς]· | |
| Διον[υσ — — — — — — — ίδος φυλῆς]. | |
| [παῖδας στάδιον τῆς τρίτης ἡλικί]ας· | |
| 80 | [— — — — — — — — ίδος] φυλῆς. |
| [παῖδας ἐκ πάντων στάδιον]· | |
| — — — — — — — — — | |
| [ἄνδρας στάδιον]· | |
| — — — — — — — — — | |
| 85 | [παῖδας δίαυλον τῆς πρώτης ἡλικίας]· |
| Α[— — — — — — ο]υ Ἀττα[λίδος φυλῆς]. | |
| [παῖδας δίαυλον τῆς] δευτέρας [ἡλικίας]· | |
| Πείσ[ων — — — Πανδιο]νίδος φυλῆς. | |
| [π]α[ῖδας δίαυλον] τῆς τρίτης ἡλικ[ίας]· | |
| 90 | Δημήτριος [— — — Ἱ]πποθωντίδος φυ[λῆς]. |
| παῖδα[ς ἐκ πάντ]ων δίαυλον· | |
| Σιληνὸς Λύκ[ου Ἀθηνα]ῖος. | |
| ἄνδρας δ[ίαυλο]ν· | |
| Θεόφραστος Ἡρα[κλ]είτου Ἀθηναῖος. | |
| 95 | παῖδας πάλην τῆς πρώτης ἡ[λικίας]· |
| Νίκανδρος Δημητρίου Ἐρεχθεῖδο[ς φυλῆς]. | |
| vacat | |
| col. II.40 | παῖδας πά[λην] τῆς δευτέρας ἡλικί[ας]· |
| Σωκράτης Σωκρά[του Οἰ]νεῖδος φυλῆς. | |
| παῖδα[ς ἐκ πά]ντων πάλην· | |
| Εὐαρχίδης Ἀ[νδρ]έου Ἀθηναῖος. | |
| ἄν[δρας] πάλην· | |
| 45 | Λύσω[ν ․․․․ κ]ράτου Ἀθηναῖος. |
| [παῖδας π]υγμὴν τῆς πρώτης ἡλικίας· | |
| Πο[․․c.7․․ Ἑ]ρμογένου Πτολεμαΐδος φυλ[ῆς]. | |
| [παῖ]δας πυγμὴν τῆς δευτέρας ἡλικία[ς]· | |
| Νικο․․․․ος Δημαινέτου Λεωντίδος φυλῆ[ς]. | |
| 50 | [παῖ]δας πυγμὴν τῆς τρίτης ἡλικία[ς]· |
| Πολυ․․․ος Ὑβρίστου Ἱπποθ[ωντ]ίδος φυ[λῆς]. | |
| [π]αῖδας ἐκ πάντων πυ[γμ]ήν· | |
| Μν[ησί]θεος Μνησιθέου Ἀθηναῖος. | |
| [ἄν]δρας πυγμήν· | |
| 55 | [— — — Κ]αλλιστράτου Ἀθηναῖος. |
| [παῖδας παγ]κράτιον τῆς πρώτης ἡλικί[ας]· | |
| [— — — — — κ]λείτου Πτολεμαΐδος φυλῆ[ς]. | |
| [παῖδας παγ]κράτιον τῆς δευτέρας ἡλικί[ας]· | |
| [— — — Ἀν]τιμάχου Αἰγεῖδος φυλῆς. | |
| 60 | [παῖδας παγκράτιον τ]ῆς τρίτης ἡλικία[ς]· |
| — — ος Ἀριστω[νύ]μου Κεκροπίδος φυλῆ[ς]. | |
| παῖδας ἐκ πάντ[ων] παγκράτιον· | |
| [Ἀ]σώπων Κάλλωνος Ἀθηναῖος. | |
| ἄνδρας παγκράτιον· | |
| 65 | Δημήτριος Ἀσκληπιοδώρου Ἀθηναῖος. |
| ὁπλίτην· Ἀναξικράτης Ξενοκράτου Ἀθηναῖ[ος]. | |
| ὁπλομαχῶν τῆς πρώτης ἡλικίας ἐν ἀσπιδίω[ι] | |
| καὶ δόρατι· Φιλόξενος Ἱερωνύμου Ἀκαμαντίδος φυ[λῆς]. | |
| ἐν θυρεῶι καὶ μαχαίραι τῆς πρώτης ἡλικίας· | |
| 70 | Θράσιππο[ς] Καλλίου Αἰγεῖδος φυλῆς. |
| τῆς [δευτ]έρας ἡλικίας ἐν ἀσπιδίωι καὶ δόρα[τι]· | |
| Δημοσθένης Θρασυμήδου Πτολεμαΐδος φ[υλῆς]. | |
| ἐν θυρεῶι καὶ μα[χ]αίραι τῆς δευτέρας ἡ[λικίας]· | |
| Σέλευκος Μαάρκου Αἰαντίδος φυλῆς. | |
| 75 | τῆς τρίτης ἡλικίας ἐν [ἀσπι]δίωι καὶ δ[όρατι]· |
| Εὔδοξος Εὐδόξου Ἱπποθ[ωντίδο]ς [φυλ]ῆς. | |
| ἀκοντίζων ἐκ τῶν ἐ[φή]βων· | |
| Θεόφραστος Ἡρακλείτου Οἰνεῖδος φυλῆς. | |
| ἵππωι λαμπρῶι· | |
| 80 | Φείδυλλος [Ἱέρωνο]ς Λεωντίδος φυλῆς. |
| [ζε]ύγει ἐ[κβιβάζων· Ἐχέδημος Ἀ]ρκέτου Πανδιονίδος φυ[λῆς]. | |
| [ἐκβάτης· ․․c.8․․․]ησα․․c.7․․λου Ῥαμνού[σιος]. | |
| [δίαυλον(?)]· Ἐχέδημος Ἀρκέτου Πανδιονίδος φ[υλῆς]. | |
| [ἀκάμ]πιον· Ἐχέδημος Ἀρκέτου Πανδιονίδος φυ[λῆς]. | |
| 85 | [ἵππ]ωι πολεμιστῆι δίαυλον ἐκ τῶν ἱππέων· |
| — — ης Διοκλέους Κεκροπίδος φυλῆς. | |
| δίαυλον ἐκ τῶν ἱππέων· | |
| [Δι]ονύσιος Ἀγαθοκλέους Αἰαντίδος φυλῆ[ς]. | |
| ἀκάμπιον ἐκ τῶν ἱππέων· | |
| 90 | Δεξιφῶν Καλλιφάν[ου Ο]ἰνεῖδος φυ[λῆς]. |
| δίαυλον ἐκ [πάντων]· | |
| Χαρῖν[ος Διο]κλέους Οἰνεῖδος φυλῆς. | |
| [ἀ]κ[ά]μ̣πιον ἐκ πάντων· | |
| Διονύσιος Ἀγαθοκλέους Αἰαντίδος φυλῆς. | |
| 95 | ἀφ’ ἵππου ἀκοντίζων· |
| [Δ]ημήτριος Ὕλλου Ἐρεχθεῖδος φυλῆς. | |
| vacat |