[ ]
Mys. — Pergamon — 2nd-1st c. BC — Müller, Ehreninschr. (unpubl., 1997) [113]
| 1 | ὁ δῆμος ἐτίμησεν |
| Φιλωτέραν Λιμναίου διά τε τὰς Λιμναίου | |
| τοῦ πατρὸς αὐτῆς πρὸς τὸν δῆμον εὐεργεσίας | |
| καὶ διὰ τὴν Κυνίσκου τοῦ ἀνδρὸς αὐτῆς ἀρετὴν | |
| 5 | καὶ πρὸς τὸν δῆμον εὔνοιαν καὶ διὰ τὴν αὐτῆς |
| τῆς Φιλωτέρας πρός τε θεοὺς εὐσέβειαν | |
| καὶ τὴν πρὸς Κυνίσκον τὸν ἄνδρα καὶ | |
| πρὸς τὰ τέκνα φιλοστοργίαν. |