[ ] Mys. — Pergamon — 75-50 BC — IGR 4.292 — Müller, Dekrete (unpubl., 1997) [09]
1 ․․․․εμωνος πολυετῆ̣ χρόνον κ[ατέμεινεν(?) καὶ ἐν ἐλάσσονι θέμενος τὰ καθ’ αὑτὸν τοῦ τῆι]
[πατ]ρίδι συμφέροντος τὰ μέγιστα̣ [ἀγαθὰ κατειργάσατο κοινῆι τε τῆι πόλει καὶ ἰδίαι(?)]
τ̣οῖς τὴν ἐπαρχείαν κατοικοῦσιν ἑκά̣[στωι· ἐφρόνισεν δὲ καὶ περὶ συμβολαίων ἀφέσεως(?)]
καὶ περὶ ἐλαφροτοκίας τῷ πάντας τοὺς [χρεωφειλέτας τοὺς μὲν ἤδη(?) παντελῶς διαφθα]-
5 ρῆναι, οὓς δὲ ἀπολωλεκέναι τοὺς βίους, [τοὺς δὲ λοιποὺς πάνυ στενοχωρεῖσθαι διὰ τὸ]
μεγάλους πράσσεσθαι τοὺς τόκους· ἀπέλυσε̣[ν δὲ καὶ τοὺς κατοικοῦντας τὴν ἐπαρχεί(?)]-
αν τῆς γεινομένης ἀνδροληψίας ἐκ τῶν ΚΥΙ̣[— — — καὶ τῆς τῶν στρατο]-
πέδων παραχειμασίας, ὅπως ἡ πόλις ἀπαρεν[όχλητος τὸ λοιπὸν διαμείνηι ἢ τοὐλάχιστον(?)]
ἔσται τις τῶν παρενοχλουμένων ἐπίστασις· ὁμ[οίως δὲ ἀπέλυσεν τὴν πόλιν ἡμῶν καὶ τῶν]
10 εἰς ταύτας δαπανημάτων καὶ τῆς τῶν λόγων εἰσ̣[— — — καὶ πασῶν τῶν ἐπιταγῶν(?) τῶν ἐ]-
κτὸς τῶν φόρων ἐπιτασσομένων, ὥστε καὶ ἐν τούτω[ι κουφίζεσθαι(?) τὴν πόλιν(?), ἀπηλλάχ]-
θαι δὲ καὶ τῶν κενῶν συγγραφῶν καὶ μετὰ βίας καὶ ἀν[άγκης συνωμολογημένων(?)· ἀνεκτήσα]-
το δὲ καὶ τοὺς βίους τῶν ἀνειρημένων ὑπὸ Μιθραδά̣[του — — — — — — — — — —]
ἐν τῷ πολέμωι, ἐξ ὧν ἀφόρητος ἐπηκολούθει τῆι πόλει κί[νδυνος· τῶν δὲ πεπραγμένων]
15 ἀγαθῶν ὑπ’ αὐτοῦ μεγάλων καὶ σωτηρίων ὄντων καὶ οὐ μ[όνον τῆι τῶν ὑπ’ αὐτοῦ εὐεργετη]-
μένων πόλει, πάσῃ δὲ τῆι ἐπαρχήαι, ὁ δῆμος κατ’ εὐχὴν ἡγήσ̣[ατο εἶναι τὴν εἰς τὴν πατρί]-
δα γεινομένην ἐπάνοδον αὐτοῦ, κυρώσας ψήφισμα τῆς ἀρε[τῆς αὐτοῦ καὶ τῶν πεπρα]-
γμένων ἄξιον, εὐχαρίστησέν τε τοῖς θεοῖς παραστήσας αὐτο[ῖς θυσίας ὡς καλλίστας]
καὶ δεξιωσάμενος μετὰ πάσης προθυμίας ἔκρεινεν τὸν ἄνδ[ρα ἀνυπερβλήτοις ἀρε]-
20 ταῖς κεκοσμημένον ταῖς μεγίσταις τιμαῖς καὶ πρὸς αἰώνιον μνήμ[ην ἀνηκούσαις]
τιμῆσαι· διὸ ἀγαθῆι τύχηι καὶ ἐπὶ σωτηρίαι τῆς πόλεως δεδόχθαι̣ [τῆι βουλῆι καὶ]
τῶι δήμωι ἐπηνῆσθαί τε Διόδωρον ἐπὶ τοῖς προγεγραμμένοις κ̣[αὶ ἐπὶ τῶι ἀπὸ]
προγόνων εὐεργέτην ὄντα καὶ πολιτευόμενον καλῶς τῶν μεγίσ[των ἀγαθῶν]
παραίτιον γεγονέναι τῆι πατρίδι καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάν[ωι ἀριστείωι]
25 καὶ ἰκόνι χρυσῆι καὶ ἄλληι ἐφίππωι καὶ ἄλλῃ χαλκῆι κολοσσικῆι στεφανου[μένηι ὑπὸ]
τοῦ δήμου καὶ ἄλληι ἐφίππωι καὶ ἀγάλματι μαρμαρίνωι, ὧν καὶ γενέσ[θαι τὰς ἀνα]-
θέσεις ἐν οἷς ἂν αὐτὸς κρείνηι τῶν ἱερῶν καὶ δημοσίων τόπων, τῶν μὲν χρ[υσῶν ἐπὶ στυ]-
λίδων μαρμαρίνων, τῶν δὲ χαλκῶν ἐπὶ βημάτων ὁμοίως μαρμαρίνων, τοῦ δὲ ἀ[γάλ]-
ματος ἐν τῷ κατασκευασθησομένωι ναῶι, γενομένης ἑπιγραφῆς ἐπ’ αὐτῶν [ὅτι "ὁ]
30 δῆμος ἐτίμησεν Διόδωρον Ἡρώιδου, τὸν διὰ γένους ἱερέα τοῦ Διὸς τοῦ μεγίσ[του]
καὶ ἀρχιερέα, γεγονότα διὰ προγόνων εὐεργέτην καὶ πολλὰ καὶ μεγάλα εὐεργετήσ[αν]-
τα τὴν πατρίδα"· παρασταθῆναι δὲ καὶ παρ’ ἣν ἂν βούληται τῶν εἰκόνων ἢ τὸ ἄγαλμα σ[τή]-
[λ]ην λίθου λευκοῦ, εἰς ἣν ἀναγράψαι τόδε τὸ ψήφισμα· καλεῖσθαι δὲ αὐτὸν καὶ εἰς προεδρί[αν]
ἐμ πάσαις ταῖς πανηγύρεσιν καὶ τριετηρίσιν καὶ Παναθηναίοις καὶ τοῖς ἄλλοις ἀγῶσιν· ἐπ[ι]-
35 θ̣ύειν δὲ αὐτὸν καὶ τὸν λιβανωτὸν ἔν τε ταῖς βουλαῖς καὶ ταῖς ἐκκλησίαις ταῖς ἐννόμο[ις],
[ὅταν] παρ̣ατυγχάνηι· εἶναι δὲ καὶ τὴν ὀγδόην τοῦ Ἀπολλωνίου μηνὸς ἱεράν, ἐν ᾗπερ ἀπὸ τῆ[ς]
[πρε]σβεί[α]ς εἰς τὴν πόλιν εἰσῆλθεν· γενέσθαι δὲ καὶ φυλὴν αὐτοῦ ἐπώνυμον συγγενικὴν πρ[οσ]-
[ηγ]ορίαν̣ [ἔ]χουσαν Πασπαρηίδα· καθίστασθαι δὲ αὐτοῦ καὶ ἱερέα ἐν ταῖς ἀρχαιρεσίαις, ὅταν
καὶ οἱ ἄλλ[ο]ι̣ ἱερεῖς τῶν εὐεργετῶν, καὶ ἐπιγράφεσθαι ἐπὶ τῶν συνχρηματιζομένων μετὰ
40 τὸν Μαν[ίο]υ ἱερέα, φυλασσομένης καὶ ταύτης τῆς τιμῆς εἰς τὸν ἅπαντα χρόνον· ἀνεῖναι δ[ὲ]
αὐτοῦ κ[αὶ τ]έμενος ἐν Φιλεταιρείαι, ὀνομάσαντας Διοδώ{δω}ρειον {²⁶Διοδώρειον}²⁶, ἐν ὧι κατασκευασθ̣[ῆναι]
ναὸν λίθ̣[ου] {²ca. 5-6 vac.}² λευκοῦ, εἰς ὃν ἀνατεθῆναι τὸ ἄγαλμα· ἐν ᾗ δ’ ἄν ἡμέραι γίνηται ἡ καθιέρ[ωσις]
αὐτοῦ στ̣[αλῆν]αι πομπὴν ἐκ τοῦ πρυτανείου εἰς τὸ τέμενος αὐτοῦ πομπευόντων [τοῦ τε]
πρυτάν[εως καὶ] τ̣ῶ̣[ν ἱ]ε̣ρέων καὶ βασιλέων καὶ τοῦ γυμνασιάρχου μετὰ τοῦ ὑπο[γυμνασι]-
45 [άρχου καὶ τῶν ἐφήβων] καὶ τῶν παιδονόμων μετὰ τῶν παίδων, συμπομπευόν[των δὲ καὶ]
[Διοδώρου μετὰ τ]ῶ̣ν παίδων, παρασταθείσης θυσίας ὡς καλλίστης ἐπ̣[— — — —]
[— — — — — — — — — —]ας παίδων τε καὶ ἐφήβων καὶ ἀνδρῶν, τοῖς δὲ [— — — —]
[— — — — — — — — — —]ς μερισθέντων εἰς τὰ ἔπαθλα τῶν ἀπὸ τῆς [θυσίας — —]
[— — — — — καθ’ ἕκασ]τ̣ον ἐνιαυτὸν ἐν τῇ αὐτῇ ἡμέραι, ὅταν [— — — — — — —]
50 [— — — — — — — — — — — — —] εὐγήρως τοὺς διαδεξαμένου[ς — — — — — — — —]
[— — — — — — — — — — — — — —]ια̣ν ἀπολιπὼν εἰς τὸ χρεὼν̣ [— — — — — — — —]
[— — — — — — — — — — — ἐν τῇ ἐν Φιλ]ε̣ταιρείαι ἀγωρᾶι ἐὰμ [— — — — — — —]
[— — — — — — — — — — γενομέν]ης ἐπιγραφῆς ὅτι %⁹⁸ὁ̣ [δῆμος ἐτίμησεν — —]
[— — — — — — — — — — — — — — — — —] τὴν ἀναγόρε̣[υσιν — — — — — — — — —]
55 [— — — — — — — — — — — — — — — — —]Ι̣ γεγονὸς [— — — — — — — — — — — —]
Search Help