[ ] Lakonike — Gytheion — ca. 70 BC
1 [— — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — —]#⁷ΠΑ
[— — — — — — — — — — — — — — — — — — —]ει γρα
[— — — — — — — — ἀναγραψάντων ἀντίγρ]αφον τού-
5 [του τοῦ ψαφίσματος οἱ — — εἰς στάλαν] λ̣ιθίναν καὶ ἀ-
[ναθέντων εἰς τὸν ἐπιφανέστα]τ̣ο̣ν τ̣όπον τᾶς ἀγο-
[ρᾶς· ἁ δὲ ἐπιγραφὰ ἅδε ἔστω· Ἀσ]κ̣λαπιοῦ ὑπουργὸς Δαμι-
[άδας — — —κλέος Λακεδαιμό]νιος.
                                     vacat
9 [ἐπεὶ Δαμιάδας — —κ]λέος Λακεδαιμόνιος ἰατ[ρ]ὸς ἀ-
10 [ποσταλέντων ποτ’] α̣ὐτὸν γραμμάτων, καθὼς ἐψάφι-
[στο, ὅπως ἥξ]ει ποθ’ ἁμὲ ἰατρεύσων, διὰ τὸ ὑπά[ρ]-
[χειν αὐτὸν] ἔ̣ν τε τᾶι τέχναι οὐθενὸς δεύτερον κα-
[τὰ τὸν β]ίον τε ἄριστον, τὰν μεγίσταν καταλογὰν̣
[ποιησάμε]ν̣ος τῶν τε ἀρχόντων καὶ τᾶς πόλεος ἁ-
15 [μῶν παρε]γένετο ποθ’ ἁμὲ καὶ ἐργολαβήσας κα-
[θὼς παρε]κ̣λήθη ὑπὸ τοῦ δάμου, καὶ διετῆ χρόνον ἀ̣-
[ναστρεφό]μ̣ενος παρ’ ἁμὲ ἔν τε τᾶι τέχναι τὰ δίκαι-
[α ἐποίησ]ε τοῖς χρείαν ἔχουσιν, σπουδᾶς καὶ φιλο̣-
[τιμίας οὐ]θὲν ἐλλείπων εἰς τὸ πᾶσιν ἴσος εἶναι κα[ὶ]
20 [πένησι καὶ] πλουσίοις καὶ δούλοις καὶ ἐλευθέροις·
[καὶ ἐν τᾶι ἀ]ναστροφᾶι δὲ καὶ παρεπιδαμίαι, ἇι πεποί-
[ηται, ἀπρόσ]κοφον α[ὐ]σαυτὸν διατετήρηκε ἄξιος γινό-
[μενος τᾶς] τέχνας, ἇς μεταχειρίζεται, καὶ τᾶς ἰδίας
[πατρίδος κ]αὶ τᾶς ἁμετέρας πόλεος, καὶ ἀνένκλητον
25 [αὑτὸν ἐν] π̣ᾶσιν διατετήρηκεν, ἐλευθέριον πρὸς̣ [ἅ]-
[παντας κ]α̣ὶ δικαίαν τὰν ἀπάντησιν ποιούμενο[ς, κα]-
[θὼς ἐπιβ]άλλει ἀνδρὶ σώφρονι καὶ πεπαιδευμ[ένωι]·
[καὶ ἐ]πὶ Βιάδα δὲ Λαφρίωι θεωρῶν τὰν π[όλιν ἐξα]-
[πορου]μέναν ἐν ταῖς εἰσφοραῖς ἐπανγ[είλατο]
30 [τῶι δά]μ̣ωι δωρεὰν ἰατρεύσειν παρ’ ἁμὲ τ[ὸν λοι]-
[πὸν ἐνι]αυτόν, ὑπερμετρῶν ἁμὲ τοῖς δικ[αίοις]
[καὶ τᾶς] καλοκαγαθίας καὶ τᾶς εἰς τὰν [πολιτεί]-
[αν ἁ]μῶν εὐνοίας τε καὶ φιλοστο[ργίας τὰν]
[μεγίσ]ταν ἀπόδειξιν διὰ πάντων ποιο[ύμενος· δι’]
35 [ἃ ὁ δᾶ]μος ἀπευχαριστῶν ἐν πᾶσιν τοῖς [πεποι]-
[ημέ]ν̣οις Δαμιάδαι, κατειληφὼς εὔνο̣[υν αὐ]-
[τὸν ὑπ]άρχοντα τᾶι πόλει ἁμῶν καὶ διὰ π[αντὸς ἀγα]-
[θοῦ τι]νος παραίτιον γινόμενον ἔν τε τ[ᾶι τέχναι]
[καὶ] ἐν παντὶ τῶι βίωι, πρόξενον αὐ̣[τὸν πε]-
40 [ποί]η̣κε καὶ εὐεργέταν τᾶς πόλεος ἁ[μῶν καὶ]
[ὑπα]ρχέτω αὐτῶι γᾶς τε καὶ οἰκίας ἔν[κτησις]
[καὶ] τὰ ἄλλα φιλάνθρωπα καὶ τίμια πά̣[ντα, ὅσα]
[καὶ] τοῖς ἄλλοις προξένοις καὶ εὐεργέτα[ις τᾶς πό]-
[λεω]ς ὑπάρχει· τὰν δὲ προξενίαν ταύ̣[ταν οἱ ἔφο]-
45 [ροι ο]ἱ ἐπὶ στραταγοῦ Βιάδα ἀναγράψαν[τες εἰς]
[στ]ά̣λαν λιθίναν ἀναθέντων εἰς τὸν ἐ[πιφανέσ]-
[τα]τ̣ον τᾶς ἀγορᾶς τόπον, ὅπως πᾶσιν̣ [φανερὸν ἦι]
[τό τ]ε̣ Δαμιάδα καλοκαγαθίας καὶ εὐν̣[οίας τᾶς]
[πό]λεως ἁμῶν εἰς τοὺς εὐεργέτας [ὑπόμνα]-
50 μ̣α· εἰ δὲ μὴ ἀναθήσοντι οἱ ἔφοροι [ταύταν κα]-
θ̣ὼς γέγραπται, ὑπόδικοι ἔστωσαν̣ [Δαμιάδαι]
καὶ ἄλλωι τῶι θέλοντι ποτὶ δραχμὰς δι[σχιλίας ἀδι]-
[α]ιρέτους καὶ μὴ ἔστω προβόλιμος.
Search Help