Manumission record with consecration to Asklepios. Stone block, reused in the construction of a late Roman tower.
[ ]
Epeiros — Bouthrotos (Butrint) — ca. 163-158 BC — Iliria 14,2 (1984) 99-100 — SEG 35.666A — SEG 44.494
| 1 | [ἀγαθ]ᾶι τύχαι κα[ὶ ἐπὶ σωτηρίαι]· |
| σ[τ]ρατ[αγού]ντων τῶν Πρασαι[βῶν Ἀντιγόνου] | |
| [Κυδεστοῦ] καὶ Μενεξίου Πελματίου τὸ δεύτερον, | |
| π[ρ]οστατ[οῦ]ντος δὲ Φυσκί[ω]νος Ἀμ[οργί]ου, ἱερεύον- | |
| 5 | τος δὲ [το]ῦ [Ἀ]σκλαπιοῦ Δεξάνδρου Ἀνχεροπαίου, |
| μηνὸς Γαμιλίου ἑβδέμαι, ἀφίεντι ἐλεύθερον | |
| κ[αὶ] ἀνατίθεντι ἱερ[ὸν τῶι Ἀσκλ]απιῶι Σίμακος | |
| [Σωσ]άνδρου Πορρωνὸς καὶ Λέαινα Σιμάκου | |
| [καὶ Λ]υσανίας καὶ Σώσ[ανδρος κ]αὶ Λυκίσκα | |
| 10 | [Μενεξίο]υ καὶ Λυκ[όφρων καὶ Ἀππο]ίτας [Ἀ]ντι- |
| [γόνο]υ, συνευδοκούντων [Ἀν]τιγόνου τοῦ Λυκόφρονος | |
| Κυδεστοῦ καὶ Μενεξίου τοῦ Λυσανία Πελματίου | |
| [Π]αρμενίωνα ἀνέφαπτον· παραμεινάτω δὲ | |
| Παρμενίων παρὰ Σίμακον ἇς κα ζῶι Σίμακος· | |
| 15 | μάρτυρες Πολυνίκος Μυρτίλου Κυεστός, Σωκλῆς |
| Γλαυκία Ἐσσύριος, Ἀρχίας Γλαυκία Ἐσσύριος, Ἀν- | |
| δρόνικος Ἄνδρωνος Πόλλειος, 〚— — — — — —〛 | |
| 〚— — — — —〛, Θεύδοτος Ἀνεροίτα Ὀπάτας. |