[ ] Boiotia — Thespiai — ca. 215-208 BC — BCH 19 (1895) 313,1 — SEG 46.536
1 ὁ θυμελικὸς ἀγὼν στεφανίτης πρῶτον ἐγένετο·
col. II.2 ἀγωνοθετοῦντος Ἱεροκλέος, ἱερέως δὲ
τῶν Μουσῶν Μνασίωνος, ἀπὸ δὲ
τῶν τεχνιτῶν Αἰσχύλου, καὶ δόγμα-
5 τα περὶ τοῦ ἀγῶνος τῶν Μουσείων.
τεχνιτῶν· ἔδοξε τοῖς τεχνίταις
τοῖς ἐξ Ἰσθμοῦ καὶ Νεμέας· ἐπειδὴ
παραγενόμενος πρεσβευτὴς
Ἱεροκλῆς παρὰ τῆς πόλεως Θεσ-
10 πιέων καὶ τοῦ κοινοῦ τῶν Βοι-
ωτῶν ψηφίσματά τε ἀπέδω-
κεν καὶ ἐπιστολὴν ἐν ἧι παρε-
κάλει τοὺς τεχνίτας, τῆς
πόλεως τῶν Θεσπιέων προ-
15 κεχειρισμένης τὸ ἀγῶνα
τὸν ἐν τῶι Ἑλικῶνι γινόμενον
ταῖς Μούσαις στεφανίτην εἶ-
ναι τὸν θυμελικὸν τόν τε τῶν
αὐλητῶν καὶ αὐλωιδῶν καὶ
20 κιθαριστῶν καὶ κιθαρωιδῶν
καὶ ἐπῶν ποιητῆι, καὶ ὅπως
ἂν ὁ ἐνιαυτὸς μετατεθῆι ἐν
ὧι ὁ ἀγὼν γίνεται, καὶ συνπρεσ-
βεύσωσιν περὶ τούτων οὗ ἂν
25 παρακαλῆι ἡ πόλις ἡ τῶν Θεσ-
πιέων, καθὼς καὶ ἐν τοῖς ἔμπροσ-
[θ]εν χρόνοις, πράττωσι δὲ οἱ τε-
[χνῖ]ται καὶ ἐὰν ἄλλο [τ]ι χρήσιμον
[ἢ ἔνδ]οξον ε]ἶναι δόξηι] ἢ ΔΙΕ
30 — — — — — — — — — — —ΩΣ
1(31) [Ἱεροκλῆς λόγους ἐποήσατο ἀκολούθως]
τοῖς ἐν τοῖς ψηφίσμασι γεγραμ-
μένοις, ἐπέδειξε δὲ καὶ τὰ
ἐξ ἀρχῆς προγεγονότα φιλάνθρω-
5(35) πα τῆι πόλει τῶν Θεσπιέων πρὸς
τοὺς τεχνίτας καὶ τοὺς τεχνί-
τας πρὸς τὴν πόλιν τῶν Θεσ-
πιέων· περὶ δ<ὴ> τούτων πάντων,
ἀγαθῆι τύχηι, δεδόχθαι τοῖς
10(40) τεχνίταις ἐπαινέσαι μὲν τὴν
πόλιν τῶν Θεσπιέων καὶ τὸ κοινὸν
τῶν Βοιωτῶν ἐπὶ τῆι φιλοτιμίαι
ἧι ἔχουσιν εἴς τε τὸ ἱερὸν τῶν
Μουσῶν καὶ τὸ κοινὸν τῶν τε-
15(45) χνιτῶν· ἀποκρίνασθαι δὲ αὐτοῖς
ὅτε καὶ πρότερον οἱ τεχνῖται,
κοινὸν ὑπολαμβάνοντες,
εἶναι τὸν ἀγῶνα τῶν Μουσῶν
τῆι τε πόλει Θεσπιέων καὶ αὑ-
20(50) τοῖς, τὴν πᾶσαν προθυμίαν
ἐνεδείξαντο καὶ συνθύοντες
καὶ ἱερέα ἐξ αὑτῶν αἱρούμενοι
καὶ θεωροὺς ἀποστέλλοντες
καὶ ψηφίσματα γράφοντες καὶ
25(55) συμπρεσβεύοντες περὶ τοῦ
ἀγῶνος καὶ πρὸς τοὺς λοιποὺς
Ἕλληνας, καθὼς ἂν ἡ πολις παρ[α]-
καλῆι τῶν Θεσπιέων· ἐμφανί-
ζειν δὲ αὐτοῖς ὅτι καὶ νῦν πρῶτοι
30(60) τὸν ἀγῶνα ταῖς Μούσαις στεφα-
[νί]την ἀποδέχοντ[αι — — —]
Search Help