[ ]
Boiotia — Thespiai — ca. 217-212 BC — BCH 46 (1922) 282,134 — SEG 1.132 + Add. pp. 137-138
See also:
| 1 | [θ]εο[ί]· |
| [Ἄ]γ̣ωνος ἄρχοντος, μεινὸς Θουίω, ἐπεψάφιδδε Ἀριστέας Νίκωνος, | |
| ψάφισμα τῶ δάμω. | |
| [․․․․]στος Γλαύκω ἔλεξε· περὶ ἱαρῶ. προβεβωλευμένον εἶναι αὑτῦ | |
| 5 | [πὸτ τ]ὸν δάμον· ἐπιδεὶ ἁ πόλις Δελφῶν ἀποστείλασα πρίσγειας ἀξί- |
| [ω]σε δικάστας ἀποστεῖλη τρῖς ἄνδρας τὰν πόλιν Θεισπιείων, τὺ δὲ | |
| ἀποστειλέντες ἀξίως ἀνεστρέφεισαν τᾶς τε πόλιος Θεισπιείω[ν] | |
| κὴ τὰς Δελφῶν κὴ διετάρεισαν τάν τε τῶν προγόνων καλοκαγαθίαν | |
| κὴ τὰν αὐσαυτῶν φιλοδοξίαν κὴ διεξάγαγον τὰ ἐνκλείματα πλ̣ῖστο[ν] | |
| 10 | λόγον ποεισάμενυ τῶ δικήω κὴ τῶ κυνῆ σουνφέροντος πάντεσσι Δελ- |
| [φ]ῦς, διὸ κὴ τάν τε πόλιν ἐπήνεισαν κὴ τὼς δικάστας ἐτίμασαν τῆς με- | |
| [γί]σ̣της τίμης, ἧς πάτριον αὐτῦς ἐστὶ, κὴ οὑπολάδδουνθη δειέμεν ἀγγρ[α]- | |
| [φεῖμε]ν̣ τὸ ψάφισμα ἐν τῦ ἐπιφανεστάτυ τόπυ τᾶς πόλιος, ὅπως φα̣- | |
| [νερὸν ἴει τὸ]ν πάντα χρόνον, ὅπως ὦν φήνειτη κὴ ἁ πόλις Θεισπ̣[ι]- | |
| 15 | [είων τὼς ἠὶ ἀποστ]ελλομένως οὑπὸ τ[ῶ] δάμω κὴ δειόντως ἀ[να]- |
| [στρεφομένως ἀξίως] τιμῶσα, δεδόχ[θ]η τῦ δάμ[υ], ἐπί κα τὸ ψάφι[σ]- | |
| [μα κουρωθείει, ϝελέσθη ἀρχὰ]ν̣ τρῖς ἄνδρας μεὶ νεωτέρως τριάκον[τα ϝε]- | |
| [τέων, τὼς δὲ εἱρεθέντας, παρλ]αβ̣όντ[ας] πὰρ τῶν πολεμάρχων τ̣[ὰ ἀντί]- | |
| [γραφα τῶν ψαφισμάτων, πρίασθη] πεδὰ κατοπτάων στάλας λιθ[ίνας] | |
| 20 | [δούο, κὴ ἐγδόμεν τὰν ἐνκόλαψ]ιν τῶν γραμμάτων, κὴ ἀνθέ[μεν τὰς] |
| [στάλας ὅπου κα δοκεῖ ἐν καλλίσ]τυ εἶμεν, βωλευομένω[ς πεδὰ τῶν] | |
| [πολεμάρχων· τὸ δὲ γενόμενον ἅλ]ωμα ἀπολογίξασθη π[ὸκ κατόπτας]. | |
| [εἱρέθεισαν — — —]ων Λουσιφάνε[ος, — — —] | |
| [— — —σ]θενει[— — —] | |
| 25 | [— — —]ΠΙΕΙ̣Σ[— — —] |