[ ]
Boiotia — Thespiai — ca. 250-240 BC — Roesch, Études (1982) 307-316 — SEG 32.496
| 1 | Φαείνω ἄρχοντος, ἔδοξε τοῖ δάμοι |
| πρόξενον εἶμεν τᾶς πόλιος Θεισ- | |
| πιείων Σώστρατον Βατράχω Ἀθανῆ- | |
| ον κὴ αὐτὸν κὴ ἐκγόνως, κὴ εἶμεν αὐ- | |
| 5 | [τ]οῖς γᾶς κὴ ϝοικίας ἔππασιν κὴ ϝι- |
| [σο]τέλιαν κὴ ἀσφάλιαν κὴ ἀσουλί- | |
| [αν] κὴ πολέμω κὴ ἰράνας ἰώσας κὴ κα- | |
| τὰ γᾶν κὴ κατὰ θάλατταν κὴ τἆλλα | |
| πάντα καθάπερ κὴ τοῖς ἄλλοις προ- | |
| 10 | ξένοις. ἐπειδεὶ νόμος ἐστὶ ἐν τοῖ κοι- |
| νοῖ Βοιωτῶν τὰς πόλις παρεχέμεν | |
| διδασκάλως οἵτινες διδάξονθι | |
| τώς τε παῖδας κὴ τὼς νιανίσκως | |
| τοξευέμεν κὴ ἀκοντιδδέμεν | |
| 15 | κὴ τάδδεσθη συντάξις τὰς περὶ |
| τὸν πόλεμον, κὴ Σώστρατος φιλο- | |
| τίμως ἐπιμεμέλειτη τῶν τε παίδων | |
| κὴ τῶν νεανίσκων, ὑπαρχέμεν Σωσ- | |
| τράτοι τὸ ϝέργον πὰρ τᾶς πόλιος ἅως | |
| 20 | κα βείλειτη, ἐπιμελομένοι τῶν τε παί- |
| δων κὴ τῶν νεανίσκων κὴ διδάσκον- | |
| τι καθὰ ὁ νόμος κέλετη· μισθὸν δ’ εἶ- | |
| μεν αὐτοῖ τῶ ἐνιαυτῶ πέτταρας | |
| μνᾶς. |