[ ] Phryg., S. — Acıpayam Plain: Dodurga — 193 BC — BCH 9.1885.324-330 — Merk.-Staub., Jenseits Euphrat 302 ll. 12-38 — OGIS 224,II
1 βασιλεὺς Ἀντίοχος Ἀναξιμβρότωι χαίρειν·
βουλόμενοι τῆς ἀδελφῆς βασιλίσσης Λαοδίκης
[τὰ]ς τιμὰς ἐπὶ πλεῖον αὔξειν καὶ τοῦτο ἀναγ-
[καιό]τατον ἑαυτοῖς νομίζοντες εἶναι διὰ τὸ
5 [μὴ] μόνον ἡμῖν φιλοστόργως καὶ κηδεμονι-
[κῶς] αὐτὴν συμβιοῦν, ἀλλὰ καὶ πρὸς τὸ θεῖ-
[ον ε]ὐσεβῶς δια[κ]εῖσθαι, καὶ τὰ ἄλλα μὲν
[ὅσα πρ]έπει καὶ δίκαιόν ἐστιν παρ’ ἡμῶν αὐτῆι
[συνα]ντᾶσθαι διατελοῦμεν μετὰ φιλοσ-
10 [τ]ο[ρ]γίας ποιοῦντε[ς, κρ]ίνομεν δὲ καθάπερ
[ἡμ]ῶν [ἀπο]δείκ[ν]υν[ται] κατὰ τὴν βασιλεί-
[αν ἀρχ]ιερεῖς, καὶ ταῦτης καθίστασθαι
[ἐν τ]οῖς αὐτοῖς τόποις ἀρχιερείας, αἳ φο-
[ρ]ήσουσιν στεφάνους χρυσοῦς ἔχοντας
15 [εἰκόνας αὐ]τῆς, ἐνγραφήσοναι δὲ καὶ ἐν
[τοῖς] συναλλάγμασι, μετὰ τοὺς τῶν
[προγόν]ων καὶ ἡμῶν ἀρχιερεῖς· ἐπεὶ οὖν
ἀποδέδεικται ἐν τοῖς ὑπὸ σὲ τόποις
[Βερ]ενίκη ἡ Πτολεμαίου τοῦ Λυσιμάχου
20 [․․․] ὄντος ἡμῖν κατὰ συγγένειαν θυγάτηρ,
συντελεῖσθω πάντ[α] τοῖς προγεγραμμέ-
νοις ἀκολούθως, καὶ τὰ ἀντίγραφα τῶν
ἐπιστολῶν ἀναγραφέντα εἰς στήλας
ἀνατεθήτω ἐν τοῖς ἐπιφανεστάτοις
25 τόποις, ὅπως νῦν τε καὶ εἰς τὸ λοιπὸν
φανερὰ γένηται ἡ ἡμετέρα καὶ ἐν τού-
[τοῖς] π[ρ]ὸς τὴν ἀδελφὴν π[ρ]οαίρεσις.
Search Help
Contact Us