[ ] Phryg., S. — Acıpayam Plain: Dodurga — 193 BC — BCH 9.1885.324-330 — Merk.-Staub., Jenseits Euphrat 302 ll. 1-11 — OGIS 224,I; Welles 37
1 [Ἀναξίμ]βροτος Διονυτᾶι χαίρειν· τοῦ γρα-
[φέντ]ος παρὰ τοῦ βασιλέως προστάγματος
[περ]ὶ τοῦ ἀποδεδεῖχθαι τῆς βασιλίσσης
[ἀ]ρχιέρειαν τῶν ἐν τῆι σατραπείαι Βερενίκην
5 τὴν Πτολεμαίου τοῦ Λυσιμάχου θυγατέρα
κατακεχώρισται τὸ ἀντίγραφον· ἐπακολουθῶν
οὖν τοῖς ἐπεσταλμένοις συντέλει καθ’ ἃ
οἴεται δεῖν ἵνα δὲ καὶ τὰ ἀντίγραφα ἀναγρα-
φέντα εἰς στήλην λιθίνην ἀνατεθῆι ἐν τῶι
10 ἐπιφανεστάτωι τόπωι προνοήθητι.
      ἔρρωσο· [θ]ιρʹ, Ἀρτεμισίου ιθʹ.
Search Help
Contact Us