[ ] Media — Kermanshahan, nr. — 193 BC — CRAI 1967.283-289 — Merk.-Staub., Jenseits Euphrat 303 — BE 1968.563
[βασιλεὺς Ἀντίοχος Μενεδήμωι]
[χαίρειν· βουλόμενοι τῆς ἀδελφῆς]
[βασιλίσσης Λαοδίκης τὰς τιμὰς]
[ἐπὶ πλεῖον αὔξειν καὶ τοῦτο ἀναγ]-
[καιότατον ἑαυτοῖς νομίζοντες]
[εἶναι διὰ τὸ μὴ μόνον ἡμῖν φιλο]-
[στόργως καὶ κηδεμονικῶς αὐτὴν]
[συμβιοῦν, ἀλλὰ καὶ πρὸς τὸ θεῖον]
[εὐσεβῶς διακεῖσθαι, καὶ τὰ]
1 [ἄλλα μὲν] ὅσα [πρέπει καὶ δίκαι]-
όν ἐστιν παρ’ ἡμ[ῶν αὐτῆι συν]-
αντᾶσθαι διατελ[οῦμεν μετὰ]
φιλοστοργίας ποιο[ῦντες, κρίνο]-
5 μεν δὲ καθάπερ ἡμ[ῶν ἀποδεί]-
κνυνται κατὰ τὴν β[ασιλείαν]
ἀρχιερεῖς, καὶ αὐτῆς καθ[ίστασθαι]
ἐν τοῖς αὐτοῖς τόποις ἀρχιε[ρείας]
αἳ φορήσουσιν στεφάνους χρυ[σοῦς]
10 ἔχοντας εἰκόνας αὐτῆς, ἐνγρα[φή]-
σονται δὲ καὶ ἐν τοῖς συναλλάγμα-
σιν μετὰ τοὺς τῶν προγόνων καὶ
ἡμῶν ἀρχιερεῖς. ἐπεὶ οὖν ἀποδέδε[ι]-
κται ἐν τοῖς ὑπὸ σὲ τόποις Λαοδίκη,
15 συντελείσθω πάντα τοῖς [προγεγραμ]-
μένοις ἀκολούθως, καὶ [τὰ ἀντίγραφα]
τῶν ἐπιστολῶν ἀν[αγ]ραφέντα [εἰς]
στήλας ἀνατε[θήτ]ω ἐν το[ῖ]ς ἐπ[ιφα]-
νεστάτοις τ[ό]ποις ὅπως νῦν τ[ε καὶ]
20 εἰς τὸ λοιπὸν πᾶσι φανερὰ γένητα[ι]
ἡ ἡμετέρα ἐν τούτοις πρὸς τὴν ἀδ[ελ]-
φὴν πρ[ο]αίρεσις. θιρʹ Ξανδικοῦ.
Search Help