[ ] Syria, Ctr. — Palmyra (Tadmor) — 144 AD — Iraq 56.1994.32,15 — Merk.-Staub., Jenseits Euphrat 705 — SEG 46.1797
1 [τοὺς ἀνδριάντας τέσσαρας χαλκείους, ἕνα] τοῦτον τὸν ἐν
[ἱερῷ Ἀθην]ᾶς, ἕνα τὸν ἐν ἱερῷ ἄλσει, ἕνα δὲ τὸν
[ἐν ἱερῷ Ἄρεο]ς καὶ ἕνα τὸν ἐν ἱερῷ Ἀταργάτειος
[τοὺς] ἐγηγερμένους παρὰ τοῖς πρώτοις
5 τέσσαρσι ἀνδριᾶσι τοῖς ἀνεγερθεῖσι
ὑπὸ τῆς πρώτης συνοδίας Σοάδῳ Βωλιάδους
τοῦ Σωάδου τοῦ Θαιμισάμσου εὐσεβεῖ καὶ φιλο-
πάτριδι τῷ διὰ τὴν αὐτοῦ εὔνοίαν καὶ μεγαλο-
φροσύνην τὴν πρὸς τοὺς πολείτας παντὶ
10 τρόπῳ κεκοσμημένῳ ἀρεταῖς καὶ μεγίσ-
ταις τειμαῖς, ἀνέστησεν ἡ ἀπὸ Ὀλογασίας ἀνα-
βᾶσα συνοδία πάντων Παλμυρηνῶν, ἐπεὶ
προώρμησεν ἐπισήμως παραλαβὼν μ[ε]-
θ’ ἑαυτοῦ πολλὴν δύναμιν καὶ ἀντέστ[η]
15 [Ἀβ]δαλλάθῳ Ἐειθήνῳ καὶ τοῖς ὑπ’ αὐτοῦ συναχθεῖσα ἀπὸ π[— — —]
δ[— ληστ]ηρίοις, τοῖς ἐπὶ χρόνον ἐνεδρεύσασι ἀδικῆσαι τὴν σ[υνοδίαν]
[— — —] προσδιέσωσεν αὐτούς· διὰ τοῦτο ἀνήγειραν αὐτῷ
[τοὺς ἀνδριάντας] τειμῆς χάριν, συνοδιαρχούντων Μαλη Συμωνου
[— — καὶ Ε]ννιβήλου Συμωνου τοῦ Βαζεκη, ἔτους ενυʹ, μη[νὸς] Δαισίου.
20                             {²segue testo aramaico}²
Search Help