[ ]
Syria, Ctr. — Palmyra (Tadmor) — 132 AD — Mus.Helv. 13.1956.216-225 — Merk.-Staub., Jenseits Euphrat 704 — SEG 15.849
1 | Σοαδον Βωλιαδους τοῦ Σοαδου [εὐσεβῆ καὶ] |
φιλόπατριν καὶ ἐν πολλοῖς καὶ [μεγάλοις] | |
καιροῖς γνησίως κ[αὶ φιλοτείμως] | |
παραστάντα τοῖς ἐμπό[ροις καὶ ταῖς] | |
5 | συνοδί[α]ις καὶ τοῖς ἐν Οὐολογασιά[δι] |
πολείταις, καὶ π[ά]ντοτε ἀφειδήσαντα | |
[ψ]υχῆς καὶ οὐσίας ὑπὲρ τῶν τῇ πατρίδι | |
διαφ[ε]ρόν[τ]ων καὶ διὰ τοῦτο δόγμασι | |
καὶ ψ[ηφίσ]μασι καὶ ἀνδριᾶσι δημοσίοις | |
10 | καὶ ἐ[πιστολ]αῖς καὶ διατάγματι Ποβλικίου |
Μαρκ[έλλου τοῦ διασ]ημοτάτου κυρίου | |
ὑπατικ[οῦ τετειμη]μένον, διασώσαντα | |
δὲ καὶ τὴν [προσφ]άτως ἀπὸ Οὐολογαισιά[δος] | |
παραγενομέν[ην συν]οδίαν ἐκ τοῦ | |
15 | περιστάντος αὐ[τ]ὴν μεγάλου κινδύνου, |
ἡ αὐτὴ συνοδία, [ἀρετ]ῆς καὶ μεγαλο- | |
φροσύνης [καὶ εὐσεβείας ἕνεκ]α, αὐτοῦ | |
ἀνδρ[ιάντας τέσσαρας ἀνέστησ]ε, ἕν[α] | |
μὲ[ν ἐ]νταῦθ[α ἐν ἱερῷ Διός], ἕνα δὲ | |
20 | [ἐ]ν ἱερῷ ἄλσει, ἕνα δὲ [ἐ]ν ἱε[ρῷ] Ἄρεος |
καὶ τὸν τέταρτον ἐν ἱερῷ Ἀταργάτειος | |
διὰ Αγεγου Ιαριβωλεους καὶ Θαιμαρσου | |
τοῦ Θαιμαρσου συνοδιάρχων· ἔτους | |
[γ]μυʹ μηνὸς Περιτίου. |