[ ]
Syria, Ctr. — Palmyra (Tadmor) — 132 AD — Mus.Helv. 13.1956.216-225 — Merk.-Staub., Jenseits Euphrat 704 — SEG 15.849
| 1 | Σοαδον Βωλιαδους τοῦ Σοαδου [εὐσεβῆ καὶ] |
| φιλόπατριν καὶ ἐν πολλοῖς καὶ [μεγάλοις] | |
| καιροῖς γνησίως κ[αὶ φιλοτείμως] | |
| παραστάντα τοῖς ἐμπό[ροις καὶ ταῖς] | |
| 5 | συνοδί[α]ις καὶ τοῖς ἐν Οὐολογασιά[δι] |
| πολείταις, καὶ π[ά]ντοτε ἀφειδήσαντα | |
| [ψ]υχῆς καὶ οὐσίας ὑπὲρ τῶν τῇ πατρίδι | |
| διαφ[ε]ρόν[τ]ων καὶ διὰ τοῦτο δόγμασι | |
| καὶ ψ[ηφίσ]μασι καὶ ἀνδριᾶσι δημοσίοις | |
| 10 | καὶ ἐ[πιστολ]αῖς καὶ διατάγματι Ποβλικίου |
| Μαρκ[έλλου τοῦ διασ]ημοτάτου κυρίου | |
| ὑπατικ[οῦ τετειμη]μένον, διασώσαντα | |
| δὲ καὶ τὴν [προσφ]άτως ἀπὸ Οὐολογαισιά[δος] | |
| παραγενομέν[ην συν]οδίαν ἐκ τοῦ | |
| 15 | περιστάντος αὐ[τ]ὴν μεγάλου κινδύνου, |
| ἡ αὐτὴ συνοδία, [ἀρετ]ῆς καὶ μεγαλο- | |
| φροσύνης [καὶ εὐσεβείας ἕνεκ]α, αὐτοῦ | |
| ἀνδρ[ιάντας τέσσαρας ἀνέστησ]ε, ἕν[α] | |
| μὲ[ν ἐ]νταῦθ[α ἐν ἱερῷ Διός], ἕνα δὲ | |
| 20 | [ἐ]ν ἱερῷ ἄλσει, ἕνα δὲ [ἐ]ν ἱε[ρῷ] Ἄρεος |
| καὶ τὸν τέταρτον ἐν ἱερῷ Ἀταργάτειος | |
| διὰ Αγεγου Ιαριβωλεους καὶ Θαιμαρσου | |
| τοῦ Θαιμαρσου συνοδιάρχων· ἔτους | |
| [γ]μυʹ μηνὸς Περιτίου. |