| 1 | — — — — — — — — — — — — ιος? εἶ[πε]ν· [ἐπειδὴ Νικήρατος Ἀλε]- |
| [ξανδρεὺς εὔνους ἐστὶν τῶι δήμ]ωι τῶι Ἀθηναίων κ[αὶ ἰδίαι τοῖς] παραγι- | |
| [νομένοις τῶ]ν [πο]λιτῶ[ν εὔχρηστ]ον ἑαυτὸν παρασκευάζει, τυγχάνει δὲ | |
| [καὶ] τιμώμενος ὑπὸ Πτολ[εμαίο]υ τοῦ ἐπὶ Κύπρου στρατηγοῦ, ἐπαγγέλλε- | |
| 5 | [τ]αι δὲ καὶ εἰς τὸ λοιπὸν τὴν αὐτὴν αἵρεσιν διαφυλάξειν καὶ περ- |
| ὶ τούτων ἀπομεμαρτυρήκασιν οἱ παραγεγονότες εἰς Κύπρον τῶν | |
| πολιτῶν· ὅπως ἂν [ο]ὖν εἰδῶσιν ἅπαντες, ὅτι ὁ δῆμος ὁ Ἀθηναίων εὐχά- | |
| ριστος ὢν διατελεῖ τοῖς εἰς ἑαυτὸν φιλοτιμουμένοις, vvv ἀγαθεῖ | |
| τύχει, δεδόχθαι τεῖ βουλεῖ, τοὺς λαχόντας προέδρους εἰς τὴ[ν] | |
| 10 | ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξ[υμ]- |
| βάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ, | |
| ἐπαινέσαι Νικήρατον Νικηράτου Ἀλεξανδρέα καὶ στεφανῶσαι | |
| αὐτὸν θαλλοῦ στεφάνωι εὐνοίας ἕνεκεν καὶ φιλοτιμίας τῆς | |
| εἰς τὸν [δ]ῆμον τὸν Ἀθηναίων, εἶναι δ[ὲ] αὐτὸν καὶ πρόξενον καὶ εὐ- | |
| 15 | εργέ[τη]ν τοῦ δήμου τοῦ Ἀθηναίων, καὶ εἰς τὸ λοιπὸν δὲ τὴν αὐτὴ[ν] |
| αἵρε[σ]ιν διατηροῦντι πρὸς τὸν δῆμον καὶ ἄλλο ἀγαθὸν εὑρέσθαι | |
| [ὅ]του ἂν εἶ ἄξιος· ὅπως δ’ ἂν καὶ ὑπόμνημα ὑπάρχει αὐτῶι περὶ τῆς πρὸς | |
| τὸν [δ]ῆμον εὐνοίας. ἀναγράψαι 〚δὲ〛 τόδε τὸ ψήφισμα τὸγ γραμματ[έα] | |
| τὸν κατὰ πρυτανείαν ἐν στήλει λιθίνηι καὶ στῆσαι αὐτὴν ἐν τῶι | |
| 20 | τ[εμ]ένει τοῦ Δήμου καὶ τῶν Χα[ρί]των, εἰς δὲ τὴν ἀναγραφὴν τῆς |
| στήλ[η]ς καὶ τὴν ἀνάθεσιν μ[ερ]ίσαι τὸν ταμ[ί]αν τὸ γενόμενον ἀνά- | |
| λ[ω]μα. | |
| 22a | vacat 0.125 |
| 23 | ἡ βουλὴ |
| ὁ δῆμος | |
| 25 | Νικήρατον |
| Νικηράτου | |
| Ἀλεξανδρέα. |
IG II²
908