[ ] Cilicia, E. — Anazarbos: Adana Mus. — 2nd-3rd c. AD — Inscr. Cilicie (1987) 100bis — SEG 37.1252
1 εἰκόνα λαϊνέην με Τερέντιος εἵ-
νεκα τειμῆς
θῆκε Δομιττιανὸς παῖς ἐπὶ πα<τ>ρὶ φίλῳ
πάντα λαχὼν ἴσα πατρί, βίον, κλέος,
5 οὔνομα, γῆρας·
ἴκελα γὰρ στρατίαις, ἴκελα δ’ ἐν πολέμοις
καὶ ῥέξαν καὶ ἔτλησαν ὅτ’ ἤνθεον,
ἐν δέ νυ γήρᾳ
βουλῇ κυδαλίμην πατρίδ’ ἐπηγλάϊσαν.
Search Help
Contact Us