[ ]
Cilicia, E. — Anazarbos (Anavarza Kalesi) — Adana Mus. — 92-93 AD — ÖJh 18.1915.56
| 1 | Αὐτοκ[ράτορι Καί]σ[α]ρι θεοῦ Οὐεσπασιανοῦ υἱῷ |
| 〚Δομιτιανῶι〛 Σεβαστῶι Γερμανικῶι ἀρχιερεῖ μεγίστωι, | |
| δημαρχικῆς ἐξουσίας τὸ ιβʹ, αὐτοκράτορι τὸ κβʹ, ὑπάτωι τὸ ϛιʹ, τει- | |
| μητῇ διὰ βίου, πατρὶ πατρίδος Διονύσωι Καλλικάρπωι Λούκιος | |
| 5 | Οὐαλέριος Λουκίου υἱὸς Κολλείνα Νίγερ δημιουργήσας καὶ ἱερασάμενος |
| θεᾶς Ῥώμης καὶ Λούκιος Οὐαλέριος Λουκίου υἱὸς Κολλείνα Οὐᾶρος Πωλλίων | |
| ἱερασάμενος θεοῦ Τίτου Καίσαρος Σεβαστοῦ καὶ δημιουργήσας καὶ ἱε- | |
| ρασάμενος θεᾶς Ῥώμης τὸν ναὸν ἀντὶ τῶν ἱερωσυνῶν καὶ δημιουρ- | |
| γίδων, καθὰ ὑπέσχοντο τῷ δήμῳ πατὴρ καὶ υἱός, ἐκ τῶν ἰδίων. | |
| 10 | Κοΐντος Γέλλιος Λόνγος πρεσβευτὴς καὶ ἀντιστράτηγος |
| αὐτοκράτορος 〚Δομιτιανοῦ〛 Καίσαρος Σεβαστοῦ Γερμανικοῦ καθιέρωσεν. |