Amnesty decree of Ptolemy VIII Euergetes II.  Block of gray marble.
[ ] Kypros — Prov. unkn. [Cyprus Mus., Nikosia] — 145/144 BC — SEG 16.784 = I.Kition 2017 — AC 56 (1987) 254-259 (F. Piejko)
See also:
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
[․․․8․․․․]#⁷ τ̣ο̣ῦ̣ κ̣ϛʹ (ἔτους) καὶ προστέταχεν μη̣[θενὶ εἰς τὸ λοιπὸν ἐγκαλεῖν]
 μηθένα ὑπὲρ τούτων, μηδὲ διακούειν [περὶ τῶν ἔτι ἐγκαλουμένων μηθένα]·
 προστέταχεν δὲ καὶ τοὺς ἀνακεχωρηκότ̣[ας ἐν τοῖς ἔμπροσθεν χρόνοις]
 διὰ τὸ ἐνεσχῆσθαι αἰτίαις καταπορεύεσθ̣[αι εἰς τὰς ἰδίας καὶ γίνεσθαι]
5  πρὸς αἷς καὶ πρότερον ἦσαν ἐργασίαις καὶ κομ[ίζεσθαι τὰ ἔτι ὑπάρχοντα]
 ἄπρατα ἀπὸ τῶν ἰδίων αὐτῶν τῶ̣ν διὰ ταῦτα [παρ’ ἑκάστοις ἠνεχυρασμένων]·
 τοὺς δὲ στρατευομένους διορθ̣οῦ̣σθα̣[ι μηθὲν τῶν εἰς τὰ τέλη ἀνηκόντων]·
 ἀφίησι δὲ καὶ τ[οὺς στρ]α̣τιώτας, τούς τε π̣ε̣[ζοὺς καὶ τοὺς ἱππεῖς πάντας],
 τ̣οὺς ἐκ τοῦ̣ [λόγου τῶν ἀ]ναδεδομένων ὅ[πλων τι ὀφείλοντας, τά τε ἄλλα πάντα]
10  τὰ ὀφειλ[όμενα παρ’ αὐτῶν εἰ]ς̣ τὰς τιμὰς [ὧν προειλήφασιν ἐκ τοῦ βασιλικοῦ]·
 προ̣στέ[ταχεν δὲ καὶ μηθένα κακ]ο̣τεχνεῖν περὶ μηθ̣εν[ὸς τῶν προγεγονότων],
 μηδὲ παρὰ̣ [τὰ ἐν τούτοις διηγορ]ευμένα πράσσειν κ̣ατ̣[ὰ μηδεμίαν παρεύ]-
 ρεσιν, μηδὲ̣ [τοὺς ἐπὶ τῶν πραγμάτ]ων τεταγμένους [περὶ μηθενὸς τούτων]
 εὐθύνειν μ[ηδένα, εἰ δὲ μή, θανά]τωι ζημιοῦσθαι· ἐξετέ̣θ̣[η — — — — — —]
15 ἐκ τῆς παρὰ τοῦ βασιλέως πεμφθείσης ἐπιστολῆς·
βασιλεὺς Πτ̣[ολεμαῖος ταῖς ἐν] Κ̣ύπρωι τεταγμέναις  πεζ[ικαῖς καὶ ἱππικαῖς]
 καὶ ναυτικα[ῖς δυνάμεσι χαίρ]ειν· καὶ ὑμᾶς δ’ οἰόμεθα δε[ῖ]ν [εἰδέναι, τήνδε]
 λαβόντας [ἐπιστολήν, ὅτι] ἀρχηγοὶ γεγόνατε τοῦ καὶ ἐν [Κύπρωι πάντα]
 ὡς ἥρμοζε[ν ἡμῖν χωρεῖν], καὶ τῶν κατ’ Αἴγυπτον πραγμά[των ἡμᾶς κυρίους]
20  καταστῆνα̣[ι, διὸ προτι]μηθέντας δ’ ἔσχετε καὶ τοὺς ἐ[κ τῆς νήσου γενομένους]
 πάντ[α]ς καὶ τοὺς πρ̣[οσκ]ληθέντας ἔξωθεν ὑφ’ ἡμῶν· μν[ημονεύοντες δὲ τούτων]
 καὶ τῆς γεγενημένης ἡμῖν μεθ’ ὑμῶν συναναστροφ̣[ῆς καὶ τῆς εὐνοίας, νῦν τε πολὺ]
 μᾶλλον ἐκκα[υθ]έντες καὶ μεριμνήσαντες τὶ ἀντ̣[αποδῶμεν ὑμῖν, ἐπεὶ ὠμόσατε]
 παρὰ [π]άντα τὸν [βί]ον καὶ μέχρι τῆς ἐσχάτης ἀναπν[οῆς τὰ πράγματα ἡμῖν δια]-
25  σ̣ῷσαι, διὰ βίου τε τὰς σιταρχίας ἅπασιν ἐτάξαμε̣[ν δοῦναι, ὃ οὐδεὶς τῶν ἡμετέ]-
[ρω]ν̣ προγόνων μνημονεύεται πεπ̣οιηκώς, καὶ τ[ὰ ἄλλα, ὧν μνείαν παραγεγονό]-
[τες] εἰς Πηλουσίων ἐποιήσαμεν, προσθέν[τε]ς̣ [— — — — — — — — — — — — —]
[․4-5․]․․․#⁷․c.8-9․․ΝΤ̣Ο̣Υ̣․[․․․]․Η̣[— — — — — — — — — — — — — — — —]
Search Help
Contact Us