Amnesty decree of Ptolemy VIII Euergetes II. Block of gray marble.
[ ]
Kypros — Prov. unkn. [Cyprus Mus., Nikosia] — 145/144 BC — SEG 16.784 = I.Kition 2017 — AC 56 (1987) 254-259 (F. Piejko)
See also:
| [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
| [․․․8․․․․]#⁷ τ̣ο̣ῦ̣ κ̣ϛʹ (ἔτους) καὶ προστέταχεν μη̣[θενὶ εἰς τὸ λοιπὸν ἐγκαλεῖν] | |
| μηθένα ὑπὲρ τούτων, μηδὲ διακούειν [περὶ τῶν ἔτι ἐγκαλουμένων μηθένα]· | |
| προστέταχεν δὲ καὶ τοὺς ἀνακεχωρηκότ̣[ας ἐν τοῖς ἔμπροσθεν χρόνοις] | |
| διὰ τὸ ἐνεσχῆσθαι αἰτίαις καταπορεύεσθ̣[αι εἰς τὰς ἰδίας καὶ γίνεσθαι] | |
| 5 | πρὸς αἷς καὶ πρότερον ἦσαν ἐργασίαις καὶ κομ[ίζεσθαι τὰ ἔτι ὑπάρχοντα] |
| ἄπρατα ἀπὸ τῶν ἰδίων αὐτῶν τῶ̣ν διὰ ταῦτα [παρ’ ἑκάστοις ἠνεχυρασμένων]· | |
| τοὺς δὲ στρατευομένους διορθ̣οῦ̣σθα̣[ι μηθὲν τῶν εἰς τὰ τέλη ἀνηκόντων]· | |
| ἀφίησι δὲ καὶ τ[οὺς στρ]α̣τιώτας, τούς τε π̣ε̣[ζοὺς καὶ τοὺς ἱππεῖς πάντας], | |
| τ̣οὺς ἐκ τοῦ̣ [λόγου τῶν ἀ]ναδεδομένων ὅ[πλων τι ὀφείλοντας, τά τε ἄλλα πάντα] | |
| 10 | τὰ ὀφειλ[όμενα παρ’ αὐτῶν εἰ]ς̣ τὰς τιμὰς [ὧν προειλήφασιν ἐκ τοῦ βασιλικοῦ]· |
| προ̣στέ[ταχεν δὲ καὶ μηθένα κακ]ο̣τεχνεῖν περὶ μηθ̣εν[ὸς τῶν προγεγονότων], | |
| μηδὲ παρὰ̣ [τὰ ἐν τούτοις διηγορ]ευμένα πράσσειν κ̣ατ̣[ὰ μηδεμίαν παρεύ]- | |
| ρεσιν, μηδὲ̣ [τοὺς ἐπὶ τῶν πραγμάτ]ων τεταγμένους [περὶ μηθενὸς τούτων] | |
| εὐθύνειν μ[ηδένα, εἰ δὲ μή, θανά]τωι ζημιοῦσθαι· ἐξετέ̣θ̣[η — — — — — —] | |
| 15 | ἐκ τῆς παρὰ τοῦ βασιλέως πεμφθείσης ἐπιστολῆς· |
| βασιλεὺς Πτ̣[ολεμαῖος ταῖς ἐν] Κ̣ύπρωι τεταγμέναις πεζ[ικαῖς καὶ ἱππικαῖς] | |
| καὶ ναυτικα[ῖς δυνάμεσι χαίρ]ειν· καὶ ὑμᾶς δ’ οἰόμεθα δε[ῖ]ν [εἰδέναι, τήνδε] | |
| λαβόντας [ἐπιστολήν, ὅτι] ἀρχηγοὶ γεγόνατε τοῦ καὶ ἐν [Κύπρωι πάντα] | |
| ὡς ἥρμοζε[ν ἡμῖν χωρεῖν], καὶ τῶν κατ’ Αἴγυπτον πραγμά[των ἡμᾶς κυρίους] | |
| 20 | καταστῆνα̣[ι, διὸ προτι]μηθέντας δ’ ἔσχετε καὶ τοὺς ἐ[κ τῆς νήσου γενομένους] |
| πάντ[α]ς καὶ τοὺς πρ̣[οσκ]ληθέντας ἔξωθεν ὑφ’ ἡμῶν· μν[ημονεύοντες δὲ τούτων] | |
| καὶ τῆς γεγενημένης ἡμῖν μεθ’ ὑμῶν συναναστροφ̣[ῆς καὶ τῆς εὐνοίας, νῦν τε πολὺ] | |
| μᾶλλον ἐκκα[υθ]έντες καὶ μεριμνήσαντες τὶ ἀντ̣[αποδῶμεν ὑμῖν, ἐπεὶ ὠμόσατε] | |
| παρὰ [π]άντα τὸν [βί]ον καὶ μέχρι τῆς ἐσχάτης ἀναπν[οῆς τὰ πράγματα ἡμῖν δια]- | |
| 25 | σ̣ῷσαι, διὰ βίου τε τὰς σιταρχίας ἅπασιν ἐτάξαμε̣[ν δοῦναι, ὃ οὐδεὶς τῶν ἡμετέ]- |
| [ρω]ν̣ προγόνων μνημονεύεται πεπ̣οιηκώς, καὶ τ[ὰ ἄλλα, ὧν μνείαν παραγεγονό]- | |
| [τες] εἰς Πηλουσίων ἐποιήσαμεν, προσθέν[τε]ς̣ [— — — — — — — — — — — — —] | |
| [․4-5․]․․․#⁷․c.8-9․․ΝΤ̣Ο̣Υ̣․[․․․]․Η̣[— — — — — — — — — — — — — — — —] |