Letter of Antiochus VIII to Ptolemy Alexander and to Seleukeia in Pieria.
White marble stele.
[ ]
Kypros — Palaipaphos (Kouklia) — Sanct. of Aphrodite — 109 BC — JHS 9 (1888) 229, 14 — OGIS 1.257 — GIBM IV,2 970
| 1 | [β]ασιλεὺς Ἀντίοχος βασιλεῖ Πτολεμαίωι τῶι καὶ |
| [Ἀλ]εξάνδρωι τῶι ἀδελφῶι χαίρειν· εἰ ἔρρωσαι εἴη ἂν ὡς βου- | |
| [λόμ]ε̣θα· καὶ αὐτοὶ δὲ ὑγιαίνομεν καὶ σοῦ ἐμνημονεύομεν | |
| [φιλοσ]τ̣όργως. Σελευκεῖς τοὺς ἐν Πιερίαι τῆς ἱερᾶς καὶ ἀσύλου | |
| 5 | [ἐξ ἀρχῆς] μὲν τῶι πατρὶ ἡμῶν προσκληρωθέντας καὶ τὴν |
| [πρὸς αὐτ]ὸν εὔνοιαν μέχρι τέλους βεβαίαν συντηρήσαν- | |
| [τας ἐμμείνα]ντας δὲ καὶ τῇ πρὸς ἡμᾶς φιλοστοργίαι καὶ ταύ- | |
| [την διὰ πολλῶ]ν καὶ καλῶν ἔργων καὶ μάλιστ’ ἐν τοῖς ἐπει- | |
| [ληφόσιν ἀναγκαι]οτάτοις καιροῖς ἀποδειξαμένους καὶ κ<α>- | |
| 10 | [τὰ τὰ ἄλλα μεγαλ]οψύχως καὶ αὐτῶν ἀξίως ἐπαυξήσ<α>ντες |
| [εἰς ἐπιφανέστερον πρ]οηγάγομεν ἀξίωμα· καὶ νυνὶ δὲ τῆς πρώ- | |
| [της καὶ μεγίστης εὐεργ]εσίας καταξιῶσαι σπουδάζοντες | |
| [αὐτοὺς ἐκρίναμεν ἡμεῖς ε]ἰ̣ς τὸν ἅπαντα χρόνον ἐλευθέρους | |
| [εἶναι, καὶ περιελάβομεν αὐτοὺ]ς αἷς ἐποιησάμεθα πρὸς ἀλλη- | |
| 15 | [λοὺς συνθήκαις, νομίζοντες οὕ]τ̣ως καὶ τὸ πρὸς τὴν πατρίδα |
| [εὐσεβές τε καὶ μεγαλομερὲς ἡμῶν] ἐκφανέστερον ἔσεσθαι. | |
| [ὅπως δὲ καὶ σὺ τὰ συγχωρηθέντα παρα]κολουθῆς, καλῶς ἔχειν | |
| [ἔδοξεν ἐπιστεῖλαί σοι. ἔρρω]σθε. (ἔτους) γσʹ. Γορπιαίου κθʹ. | |
| [βασιλεὺς Ἀντίοχος Σελευκέων τ]ῶν ἐν Πιερίαι τῆς ἱε- | |
| 20 | [ρᾶς καὶ ἀσύλου τοῖς ἄρχουσι καὶ τῆι βο]υλῇ καὶ τῶι δήμωι |
| [χαίρειν· εἰ ἔρρωσθε ὑμεῖς καὶ ἡ πόλις, εἴη ἂ]ν ὡς βουλόμε- | |
| [θα. ἐπέμψαμεν ὑμῖν ἀντίγραφον τῆς τε ἐπιστολ]ῆς ἧς γε- | |
| [γράφαμεν πρὸς βασιλέα Πτολεμαῖον καὶ τῆς πρὸς τὴν Ῥ]ωμαί- | |
| [ων σύγκλητον, ἵνα — — — — — — — — — — — — — παρα]κολου- | |
| 25 | [θῆτε — — — — — — — — — — — — — — — — — — — — — — —] |