Letter of Antiochus VIII to Ptolemy Alexander and to Seleukeia in Pieria.  White marble stele.
[ ] Kypros — Palaipaphos (Kouklia) — Sanctuary of Aphrodite — 109 BC — JHS 9 (1888) 229, 14 — OGIS 1.257 — GIBM IV,2 970
1 [β]ασιλεὺς Ἀντίοχος βασιλεῖ Πτολεμαίωι τῶι καὶ
[Ἀλ]εξάνδρωι τῶι ἀδελφῶι χαίρειν· εἰ ἔρρωσαι εἴη ἂν ὡς βου-
[λόμ]ε̣θα· καὶ αὐτοὶ δὲ ὑγιαίνομεν καὶ σοῦ ἐμνημονεύομεν
[φιλοσ]τ̣όργως. Σελευκεῖς τοὺς ἐν Πιερίαι τῆς ἱερᾶς καὶ ἀσύλου
5 [ἐξ ἀρχῆς] μὲν τῶι πατρὶ ἡμῶν προσκληρωθέντας καὶ τὴν
[πρὸς αὐτ]ὸν εὔνοιαν μέχρι τέλους βεβαίαν συντηρήσαν-
[τας ἐμμείνα]ντας δὲ καὶ τῇ πρὸς ἡμᾶς φιλοστοργίαι καὶ ταύ-
[την διὰ πολλῶ]ν καὶ καλῶν ἔργων καὶ μάλιστ’ ἐν τοῖς ἐπει-
[ληφόσιν ἀναγκαι]οτάτοις καιροῖς ἀποδειξαμένους καὶ κ<α>-
10 [τὰ τὰ ἄλλα μεγαλ]οψύχως καὶ αὐτῶν ἀξίως ἐπαυξήσ<α>ντες
[εἰς ἐπιφανέστερον πρ]οηγάγομεν ἀξίωμα· καὶ νυνὶ δὲ τῆς πρώ-
[της καὶ μεγίστης εὐεργ]εσίας καταξιῶσαι σπουδάζοντες
[αὐτοὺς ἐκρίναμεν ἡμεῖς ε]ἰ̣ς τὸν ἅπαντα χρόνον ἐλευθέρους
[εἶναι, καὶ περιελάβομεν αὐτοὺ]ς αἷς ἐποιησάμεθα πρὸς ἀλλη-
15 [λοὺς συνθήκαις, νομίζοντες οὕ]τ̣ως καὶ τὸ πρὸς τὴν πατρίδα
[εὐσεβές τε καὶ μεγαλομερὲς ἡμῶν] ἐκφανέστερον ἔσεσθαι.
[ὅπως δὲ καὶ σὺ τὰ συγχωρηθέντα παρα]κολουθῆς, καλῶς ἔχειν
[ἔδοξεν ἐπιστεῖλαί σοι.           ἔρρω]σθε. (ἔτους) γσʹ. Γορπιαίου κθʹ.
[βασιλεὺς Ἀντίοχος Σελευκέων τ]ῶν ἐν Πιερίαι τῆς ἱε-
20 [ρᾶς καὶ ἀσύλου τοῖς ἄρχουσι καὶ τῆι βο]υλῇ καὶ τῶι δήμωι
[χαίρειν· εἰ ἔρρωσθε ὑμεῖς καὶ ἡ πόλις, εἴη ἂ]ν ὡς βουλόμε-
[θα. ἐπέμψαμεν ὑμῖν ἀντίγραφον τῆς τε ἐπιστολ]ῆς ἧς γε-
[γράφαμεν πρὸς βασιλέα Πτολεμαῖον καὶ τῆς πρὸς τὴν Ῥ]ωμαί-
[ων σύγκλητον, ἵνα — — — — — — — — — — — — — παρα]κολου-
25 [θῆτε — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help