Honorific decree for Meniskos, son of Theodoros. Marble stele;
four relief crowns above the inscription.
[ ]
Scythia Minor — Istros-Histria? [found in reuse at Pliska] — ca. 200 BC — Jubilaeus V. Sbornik M. Tačeva (2002) 280-284 — A. Avram, per litt. to SEG (preliminary text)
| {²corona}² {²corona}² {²corona}² {²corona}² | |
| ἔδ[οξε τ]ῆι βουλῆι καὶ τῶι δήμωι ἐπιμηνιε[ύοντος] | |
| Διοσ[κο]υ̣ρ̣ί̣δ̣ου τ̣οῦ̣ Ἀ̣ρ̣[ι]σ̣τοκλέου̣[ς· ο]ἱ ἄρχοντε[ς εἶπαν]· | |
| ἐπε̣ιδ̣ὴ̣ Μενίσκος Θ̣ε̣οδώρου ἀνὴρ καλὸς κα[ὶ ἀγαθὸς] | |
| ὢν διατελεῖ περὶ τὴμ πόλιν καὶ τοὺς πολίτ[ας καὶ] | |
| 5 | πρόθυμον ἑαυτὸμ παρεχόμενος ἐμ πᾶ[σι τοῖς] |
| τῆς πόλεως καιροῖς, ἔν τε ταῖς ἀρχαῖς κ[αὶ ταῖς] | |
| ἐπιμελείαις καὶ [πα]ρ̣εδ̣ρείαις, ἔτι δὲ πρε̣[σβείαις] | |
| καὶ συνεδρείαις φιλότιμός ἐστι λέγω[ν καὶ] | |
| πράσσων διὰ παντὸς τὰ βέλτιστα τ[ῶι δήμωι]· | |
| 10 | [ἱ]ππάρχης τε γενόμενος ἐπὶ τῆς χ[ώρας διε]- |
| τήρησ̣εν̣ τὰ ὑπάρχοντα τῶμ πολιτῶ[ν ἀσφαλῶς] | |
| πλείστοις πολεμίοις ἄντα διαγωνισάμ[ενος] | |
| αὐτὸς καὶ σ̣υ̣μ̣[π]αρὼν π̣α̣ρ̣έδωκε τῶι δ̣[ήμωι]· | |
| συγκεκλειμένων τε τῶμ πολιτῶν δ̣[ιαπο]- | |
| 15 | σταλεὶς π̣[άλιν] διὰ πολεμίας πρὸς Ἄτην̣ [καὶ τοὺς] |
| Σκίρους, οὐθένα κίνδυνον ὑπολογισάμε[νος πολλὰ] | |
| ἔπραξε συμφέροντα τῶι δήμωι· ἐπιβουλ[ευσάντων] | |
| τε τῆι πόλει αὐτῶν πα̣ρ̣αγενόμενος ἐν[έδειξε] | |
| τῶι δήμωι τὴν ἐπιβουλὴν αὐτῶγ καὶ τὴν ἐ[σομένην] | |
| 20 | π<ε>ρίστασιν φυλαξαμένωμ μηθὲγ γενέ[σθαι]· |
| [— — c. 10 — —] π̣ε̣ρὶ τοὺς πολίτας φαινόμεν[ος ․․․] | |
| [․․․․․․․] ἔ̣πε̣ισ̣ε τόπον τε διδό[ν]αι κ̣α̣[ὶ — c. 7 —] | |
| [π]αρὰ τῆς πόλε[ω]ς ἐ[π]ιλαμβάνοντα̣ [χρ]υσοῦς [e.g., ἑξα]- | |
| [κο]σίους, ὅπως χρηματίζηι ἐ[— — — c. 14 — — —] | |
| 25 | [κα]τὰ τὸ διάγραμμα συμβουλεύσασθ[αι ἔν τε τῶι] |
| [συ]νεδρίωι καὶ ἐν τῆι ἐκκλησία[ι — — c. 12 — —] | |
| [ἔπει]σε τὸν δῆμον διὰ παρεκβάσ[ει]ς ν̣ε[ῶσαι τὴν] | |
| [φιλ]ί̣αν, παρ’ ὃ συνέβη μὴ τ̣ελ̣οῦ[ντα τ]ὸ̣ν̣ [δῆμον ἡ]- | |
| [μῶ]ν̣ ἄ̣λλ<ω>ν περιγενέσθαι τ[ῶ]ν ἐ[ν] Ἑλλά[δι ἐχόντων] | |
| 30 | [τε]λεῖν ἐν τοῖς ἔτεσιν π[λ]ε[ιόνοις] χρυσ[οῦς χιλίους] |
| κ[α]ὶ ἐνακοσί[ο]υς· ἄλλα τε περιεποίησε [τ]ῆι [πόλει] | |
| [ε]ὐκόλ<ω>ς συμβουλεύων· τὸ <θ’> ἱε̣ρ̣ὸ[ν] ἐ[π]οικοδ[ομήσας] | |
| [ἔ]δωκεν αὐτῶι [τ]ιμὰς καὶ [․․․․․․․]ν̣τος [— c. 7 —] | |
| [κ]α̣ὶ̣ ἐξα[φ]ε̣ῖναι ἀγορᾶς· ἐπιμ̣ε̣λ̣[ητής τ]ε σίτο[υ γενό]- | |
| 35 | μενος πλεονάκις σῖτομ [ἠ]γόρα[σ]ε κ̣α̣τ̣ὰ̣ [δύναμιν] |
| εἰς τροφὴν ἱκανὸν καὶ [πολὺ εὐδ]ο̣κίμησ[εν ἀξίως] | |
| καὶ τῆς ἐντολῆς ταύ[της τ]ε φιλοτίμω[ς τε καὶ] | |
| δικαίως· ἐφ’ οἷς ὁ δῆμος [ἐ]π̣[εκέλ]ε̣υ̣σ̣ε̣[ν — c. 7 —] | |
| [π]ερί τε τῆς σιτ{Ο}ομετρί[α]ς {²⁶σιτομετρίας}²⁶ [ἐπ’] ἴσην ἐ[φρόντισε] | |
| 40 | ὅπως συμμείνωσιν [ἐ]γ [κηδ]ε̣μονίαι, ὑ̣π̣[άρξηι δὲ] |
| τροφὴ καὶ γυναιξὶ [καὶ τέκν]ο̣ις, καθάπ[ερ καὶ τοῖς] | |
| λοιποῖς πολίταις· π̣ρ̣ός τε τὸ συμμε̣[τέχειν τῆς] | |
| ἐργασίας τῶμ π̣ο̣[λιτῶν — c. 6 —]ΑΤ̣Α[— c. 7 —] | |
| γεωργοῖς πλεονάκι̣[ς — c. 5 —]Ε̣Ν̣[․․]Ο ἐργ[— c. 7 —]- | |
| 45 | ρισμένη κ<υ>ρ̣ί̣α ἐγγρα̣φ̣ή̣· [δεδόχθαι τῆι βουλῆι καὶ] |
| [τ]ῶι δήμωι· ἐπαινέ[σ]αι ἐπὶ [τ]ούτοις Μενίσ[κον] | |
| [κ]αὶ ἀναγράψαι εὐεργ[έ]τ̣η̣[ν το]ῦ̣ δ̣ή̣μου· σ̣τ̣ε̣[φανοῦσθαι] | |
| [δ]ὲ αὐτὸγ καὶ ἐκγόνους αὐ[τοῦ ἐν] τοῖς ἀγῶσι [χρυσῶι] | |
| [σ]τεφάνωι δι’ ἀνδραγαθ[ίαν καὶ εὔν]οιαν τὴν α[ὐτοῦ]· | |
| 50 | [σ]τῆσαι δὲ αὐτοῦ εἰ[κό]να [χαλκῆ]ν ἐν τῆι ἀ[γορᾶι καὶ] |
| γράψαι τὸ ψήφισμα εἰς [τὴ]μ βάσι[ν]· ἐπὶ δὲ τού[τοις καὶ] | |
| ἀναγράψαι τὸ ψήφισμα τοὺς ἡγεμόνας εἰ[ς στήλην] | |
| καὶ ἀναθεῖναι ἐ̣ν τ̣ῶ̣[ι ἱ]ε[ρῶι] τοῦ Ἀπόλλωνος· τ[ὸ δ’ ἀνάλωμα] | |
| δοῦναι τὸν ταμίαμ· μερίσ̣αι δὲ τοὺς μεριστά[ς· εἶναι δὲ] | |
| 55 | αὐτῶι καὶ εἰς ἐπανόρθωσιν τῶν ἰδίων καὶ εἰ[ς θυσίαν] |
| χρυσοῦς τριακοσίους, ὅπως καὶ οἱ λοιποὶ φιλ[οτιμότεροι] | |
| γίνωνται εἰδότες ὅτι ὁ δῆμος τιμᾶι τοὺ[ς ἀγαθοὺς] | |
| τῶν ἀνδρῶν ἅπαν [ἀποδιδοὺ]ς ἀξίως τῶν εὐε[ργετημάτων] |