Proxeny and citizenship decree for Apollodoros of Macedonia.  Two joining fragments of a stele of local marble.
[ ] Euboia — Eretria — ca. 304-301 BC — IG XII,9 205 + 226 — BE (1941) 114; SEG 49.1187[5]; SEG 51.1103
1 οἱ πρόβουλοι καὶ οἱ στρατηγοὶ εἶπαν·
ἐπειδὴ Ἀπολλόδωρος̣ Ἀ̣ναξιδότου
[Μ]ακεδὼν ἀνὴρ ἀ̣γαθό[ς] ἐστι περὶ τὸν
[δ]ῆμον τὸν Ἐρετρι̣έων̣ καὶ λέγων καὶ̣
5 πράττων ἀεὶ τὰ συμ̣φ̣έ̣ροντα τῶι δήμωι̣,
ἔδοξεν τε͂ι βουλε͂ι κ̣α̣ὶ τῶι δήμωι· εἶναι
Ἀπολλόδωρον Ἀναξιδότου Μακεδό-
να πρόξενον καὶ εὐεργέτην Ἐρετριέ-
ων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτ̣[ῶι]
10 [γῆς] καὶ οἰκίας ἔγκτησιν καὶ πρόσοδ̣[ο]ν̣
[πρός τε τὴν βουλὴν καὶ τ]ὸ̣ν δῆμον πρώτωι̣
[μετὰ τὰ ἱερὰ καὶ ἀ]τέλειαν εἰσάγοντι {²vac.}²
[καὶ ἐξάγοντι πά]ντων καθάπερ τοῖς ἄλ-
[λοις Ἐρετριεῦσι κ]αὶ ἀσυλίαν καὶ ἀσφά-
15 [λειαν καὶ πολέ]μου καὶ εἰρήνης {²vacat}²
[καὶ κατὰ γῆν καὶ κ]ατὰ θάλατταν· εἶ-
[ναι δὲ Ἀπολλόδω]ρ̣ον καὶ πολίτην
[αὐτὸν καὶ ἐκγόνου]ς καὶ μετεῖναι
[αὐτοῖς ὧμπερ τοῖς ἄ]λλοις {²vac.}²
20 [Ἐρετριεῦσι. {²vac.}²]
Search Help
Contact Us