[ ] Att. — Rhamnous — 356/355 BC — PAE 1991[1994].24,1 — SEG 43.25; BE 1997.216
1 [{²ὁ δεῖνα τοῦ}² — —]μου Προσπάλτιος εἶπεν·
[ἐπειδὴ Φιλοκλῆς] καὶ Διόδω̣[ρ]ος χιλίαρχοι κ̣[α]-
[τασταθέντες ὑπ]ὸ Διομ̣[ήδ]ου [το]ῦ σ̣τρα[τη]-
[γοῦ ἐπὶ τὴν χώραν] ἐπὶ Ἐλ̣[πίνο]υ̣ ἄρ[χ]οντο[ς]
5 [καλῶς κ]αὶ φιλοτίμως ἐ[πε]μελήθ[ησ]αν τῆ[ς]
[τε φυλ]ακῆς τοῦ φρουρίου κ[αὶ τοῦ στρα]τηγοῦ
[καὶ τ]ῶν στρατιωτῶν τῶν πολιτικῶν τῶν τα-
[χθ]έντων μεθ’ ἑαυτῶν ἐν Ῥαμνοῦντι, πολ-
[λὴν] ἐπιμέλειαν ποιούμενοι, διετέ[λε]σαν
10 [λέγ]οντες καὶ πράττοντες τὰ συμφέ[ροντα]
[ὑ]πὲρ αὐτῶν, ἐνδεικνύμενοι τὴν εὔν[οιαν]
[ἣν] ἔχουσι περὶ αὐτούς, ἀγαθεῖ τύχει· [δεδό]-
[χ]θαι τοῖς στρατιώταις ἐπαινέσαι Φιλ̣[οκ]λ̣έα
[Π]ροκλέους Ἑκαλῆθεν, Διόδωρον Οἰνο[στρά]-
15 [τ]ου Ἀναγυράσιον καὶ στεφανῶσαι ἕκ[αστ]ον
[αὐ]τῶν χρυσῶι στεφάνωι κατὰ τὸν νόμο[ν ἀρε]-
[τ]ῆς ἕνεκα καὶ φιλοτιμίας ἣν ἔχοντες [τυγχά]-
[ν]ουσιν πρός τε τὸν στρατηγὸν Διομ[ήδ]ην
[κ]αὶ τοὺς στρατιώτας· ἀναγράψαι δὲ τόδε τὸ ψή-
20 [φ]ισμα ἐν στήλει λιθίνει τοὺς αἱρεθέντας
[τ]ῶν στρατιωτῶν καὶ στῆσαι ἐν Ῥαμνοῦντι ἐν
[τ]ῶι ἱερῶι τοῦ Διονύσου, εἰς δὲ τὴν ἀναγραφ[ὴν]
[τῆ]ς στήλης καὶ τὴν ἀνάθεσιν δοῦναι τὸ ἀ[νά]-
[λω]μα τοὺς στρατιώτα〚— — — — — — — — —〛
25 〚— — — — — — — — — — — — — — — — — — — —〛
〚— — — — — — — — — — — — — — — — — — — —〛
Search Help
Contact Us