Proxeny decree of the Epirotes for Kallimelos, son of Simalios, of Boiotia.
Statue base.
[ ]
Epeiros — Dodona — late 3rd c. BC — PAAH (1965) 59, 1b — SEG 24.448
1 | τύχηι ἀγαθ̣ῆι· διαλεγέντος Μυρτίλου Χάονος περὶ προξενίας Καλλιμήλωι |
Σιμαλίου Βοιωτίωι καὶ ἀπολογιξαμένου διότι εὔνους ὢν διατελεῖ τῶι | |
ἔθνει τῶν Ἀπειρωτᾶν, ἔδοξε τοῖς Ἀπειρώταις Καλλίμηλον Σιμαλίου | |
Βοιώτιον πρόξενον εἶμεν Ἀπειρωτᾶν καὶ αὐτὸν καὶ ἐγγόνους, ὑπάρχειν | |
5 | δὲ αὐτοῖ καὶ πολιτείαν ὅπει κα χρήζη τᾶς Ἀπείρου καὶ ἀσφάλειαν καὶ |
πολέμου καὶ εἰράνας τὰ ἀπὸ Ἀπειρωτᾶν καὶ ἀτέλειαν καὶ ἐντέλειαν καὶ τὰ | |
λοιπ̣ὰ τίμια καθὼς καὶ τοῖς ἄλλοις προξένοις. |