Proxeny decree of the Epirotes for Kallimelos, son of Simalios, of Boiotia. Statue base.
[ ] Epeiros — Dodona — late 3rd c. BC — PAAH (1965) 59, 1b — SEG 24.448
1 τύχηι ἀγαθ̣ῆι· διαλεγέντος Μυρτίλου Χάονος περὶ προξενίας Καλλιμήλωι
Σιμαλίου Βοιωτίωι καὶ ἀπολογιξαμένου διότι εὔνους ὢν διατελεῖ τῶι
ἔθνει τῶν Ἀπειρωτᾶν, ἔδοξε τοῖς Ἀπειρώταις Καλλίμηλον Σιμαλίου
Βοιώτιον πρόξενον εἶμεν Ἀπειρωτᾶν καὶ αὐτὸν καὶ ἐγγόνους, ὑπάρχειν
5 δὲ αὐτοῖ καὶ πολιτείαν ὅπει κα χρήζη τᾶς Ἀπείρου καὶ ἀσφάλειαν καὶ
πολέμου καὶ εἰράνας τὰ ἀπὸ Ἀπειρωτᾶν καὶ ἀτέλειαν καὶ ἐντέλειαν καὶ τὰ
λοιπ̣ὰ τίμια καθὼς καὶ τοῖς ἄλλοις προξένοις.
Search Help