[ ] Lakonike — Sparta — bef. 431 BC
1 Δαμόˉνοˉν
ἀνέθεˉκε Ἀθαναία[ι]
Πολιάχοˉι νικάℎας
ταυτᾶ, ℎᾶτ’ οὐδὲˉς
5 πέˉποκα το͂ν νῦν.
τάδε ἐνίκαℎε Δαμόˉνοˉ̣[ν]
το͂ι αὐτο͂ τεθρ̣ίπποˉ[ι]
αὐτὸς ἀνιοχίοˉν·
ἐν Γαιαϝόχοˉ τετράκιν,
9a —————
10 καὶ Ἀθάναια τετρ̣[άκιν],
κἐˉλευℎύνια τετρά[κιν].
11a —————
12 καὶ Ποℎοίδαια Δαμόˉνοˉ[ν]
ἐνίκεˉ ℎέλει καὶ ℎο κέλεˉ̣[ξ]
ℎ̣αμ̣ᾶ αὐτὸς ἀνιοχίοˉν
15 ἐνℎεˉβόˉℎαις ℎίπποις
ℎεπτάκιν ἐκ τᾶν αὐτο͂
ℎίππον κἐˉκ το͂ αὐ[τ]ο͂ ℎίππ[οˉ].
17a —————
18 καὶ Ποℎοίδαια Δαμόˉνοˉν
[ἐ]νίκεˉ Θευρίαι ὀκτάκιν
20 αὐτὸς ἀνιοχίοˉν ἐν-
ℎεˉβόˉℎαις ℎίπποις
ἐκ τᾶν αὐτο͂ ℎίπποˉν
κἐˉκ το͂ αὐτο͂ ℎίπποˉ.
23a —————
24 κἐˉν Ἀριοντίας ἐνίκεˉ
25 Δαμόˉνοˉν ὀκτάκιν
αὐτὸς ἀνιοχίοˉν
ἐνℎεˉβόˉℎαις ℎίπποις
ἐκ τᾶν αὐτο͂ ℎίπποˉν
κἐˉκ το͂ αὐτο͂ ℎίπποˉ καὶ
30 ℎο κέλεˉξ ἐνίκεˉ ℎ̣α̣[μᾶ].
30a —————
31 καὶ Ἐλευℎύνια Δαμ[όˉ]ν̣οˉ̣[ν]
ἐνίκεˉ αὐτὸς ἀνιοχίοˉν
ἐνℎεˉβόˉℎαις ℎίπποις
τετράκιν.
34a —————
35   τάδε ἐνίκα̣ℎε Ἐνυμακ̣[ρατίδ]-
[ας]· πρᾶτ[ος π]αί<δ>οˉν δολ̣[ιχὸν]
[Λιθ]έˉℎια καὶ κέλεˉξ μιᾶ̣[ς]
[ἀμέ]ρ̣ας ℎαμ̣[ᾶ] ἐν[ίκ]οˉ̣ν.
[καὶ ․․]εβ̣․ν [Ἐνυμακρατί]-
40 [δας ἐν] Ἀ̣ρ̣ιοντ̣[ί]α̣[ς ἐνίκεˉ]
[— — — — — — — — — — — — — —]
δολιχὸν̣ [καὶ ℎο κέλεˉξ μιᾶς]
ἀμέρας ℎαμᾶ ἐνίκοˉν.
43a —————
44 καὶ Παρπαρόνια ἐνίκεˉ
45 Ἐνυμακρατίδας παῖδας
στάδιον καὶ δίαυλον
καὶ δολιχὸν καὶ ℎο κέ[λεˉξ]
μιᾶς ἀμέρας ℎαμᾶ
ἐνίκεˉ. καὶ Δαμόˉνοˉν
50 ἐνίκεˉ παῖς ἰὸˉν ἐν
Γαιαϝόχοˉ στάδιον καὶ
[δί]αυλον.
[κ]α̣ὶ Δαμόˉνοˉν ἐνίκεˉ
π̣αῖς ἰὸˉν Λιθέˉℎια
55 στάδιον καὶ δίαυλον.
55a —————
56 καὶ Δαμόˉνοˉν ἐνίκεˉ
παῖς ἰὸˉν Μαλεάτεια
στάδιον καὶ δίαυλον.
58a —————
59 καὶ Δαμόˉνοˉν ἐνίκεˉ
60 παῖς ἰὸˉν Λιθέˉℎια
στάδιον καὶ δίαυλον.
61a —————
62 καὶ Δαμόˉνοˉν ἐνίκεˉ
παῖς ἰὸˉν Παρπαρόνια
στάδιον καὶ δίαυλον·
65 καὶ Ἀθάναια στάδιον.
65a —————
66 ℎυπὸ δὲ Ἐχεμένεˉ ἔφορο[ν]
τάδε ἐνίκεˉ Δαμόˉνοˉν·
Ἀθάναια ἐνℎεˉβόˉℎαις
ℎίπποις αὐτὸς ἀνιοχίοˉν
70 καὶ ὁ κέλεˉξ μιᾶς
ἀμέρας ℎαμᾶ ἐνίκεˉ, καὶ
ℎο ℎυιὸς στάδιον ℎαμᾶ
ἐνίκεˉ. ℎυπὸ δὲ
73a —————
74 Εὔιππον ἔφορον τάδε
75 ἐνίκεˉ Δαμόˉνοˉν· Ἀθάναια
ἐνℎεˉβόˉℎαις ℎίπποις
αὐτὸς ἀνιοχίοˉν καὶ
ℎο κέλεˉξ μιᾶς ἀμέρας
ℎαμᾶ ἐνίκεˉ, καὶ ℎο ℎυιὸς
80 στάδιον ℎαμᾶ ἐνίκεˉ.
80a —————
81 ℎυπὸ δὲ Ἀριστε͂ ἔφορον
τάδε ἐνίκεˉ Δαμόˉνοˉν·
ἐν Γαιαϝόχοˉ ἐνℎεˉβόˉℎαις
[ℎ]ίπποις αὐτὸς ἀνιοχίοˉν
85 [κ]αὶ ℎο κέλεˉξ μιᾶς ἀμέρας
[ℎ]αμᾶ ἐνίκεˉ καὶ ℎο ℎυιὸς
στάδιον καὶ δίαυλον καὶ
δολιχὸν μιᾶς ἀμέρας
ἐνίκοˉν πάντες ℎαμᾶ.
89a —————
90 ℎυπὸ δὲ Ἐχεμένεˉ ἔφορον
τάδε ἐνίκεˉ Δαμόˉνοˉν·
ἐν Γαιαϝόχοˉ ἐνℎεˉβόˉℎαις
ℎ̣ίπποις αὐτὸς ἀνιοχίοˉν
[κ]α̣ὶ̣ ℎο ℎυιὸς στάδιον κα̣[ὶ]
95 [δίαυλον καὶ δολιχὸν μιᾶς]
[ἀμέρας ℎαμᾶ ἐνίκεˉ].
Search Help