[ ]
Lakonike — Sparta — reign of Ant. Pius
| 1 | [γρ]αμματεὺς βουλᾶς κε[— — — — — — — — — — — — — —] |
| Φιλοκράτης Ὀνησιφόρο[υ] β̣[ί]δ̣[εος ἐπὶ — — — —, γερουσί]- | |
| ας ἐπὶ Δαμοκλέους, λοχαγὸς ἐπ̣[ὶ — — — — — —, — — — ἐπὶ] | |
| Ἀριστοκλέους, σύνδικος ἐπὶ [— —, πρεσβευτὴς εἰς — — — —] | |
| 5 | καὶ εἰς Παννονίαν μετὰ τοῦ φίλου Πο(πλίου) Ἀλκάστου [φι]- |
| [λ]οκαίσαρος καὶ φιλοπάτριδος, ὑοῦ πόλεως, πρὸς Λούκιον | |
| Καίσαρα πρεσβευτὴς εἰς Ῥώμην πρὸς τὸν μέγιστον | |
| Αὐτοκρά(τορα) Ἀντωνεῖνον περὶ τῶν πρὸς Ἐλευθερολάκωνας καὶ | |
| κατωρθώθη. Μητρόδωρος Ἀπολλωνίου λοχαγός. | |
| 10 | Ἀ̣πολλώνιος ὑπηρετήσας καλῶς καὶ πιστῶς, Λεωντᾶς οἰνο- |
| χ̣όος. | |
| Καλλικράτης Ἀπελλάκωνος, πρέσβυς | |
| συναρχείας ἐπὶ Νεικία, πρεσβευτὴς εἰς | |
| Τ̣ά̣ραντα, καὶ τειμηθεὶς ταῖς μεγίστα[ις] | |
| 15 | {τ̣α̣ι̣ς̣} τειμαῖς καὶ χρυσοῦ διδομέ[ν]- |
| ου οὐκ ὀλίγου οὐ προσήκατο, καθώ[ς] | |
| [ἐ]μαρτυρήθη. |