[ ]
Lakonike — Sparta — after 188 BC
| 1 | [πό]θοδον ποιησαμένου Καρνεάδου τοῦ |
| Αἰγλάνορος Κυραναίου, ὅπως διαλε- | |
| χθ[ῆ]ι τῶι δάμωι περὶ τῶν φιλανθρώπων | |
| καὶ περὶ προξενίας· ἐπεὶ Καρνεάδης Αἰγλ[ά]- | |
| 5 | νορος πόθοδον ποιησάμενος διελέγη περ[ὶ] |
| τῶν φιλανθρώπων καὶ περὶ προξενίας, ἔδοξ[ε] | |
| τῶι δάμωι· Καρνεάδην Αἰγλάνορος Κυρανα[ῖ]- | |
| ον πρόξενον εἶμεν τᾶς πόλεος αὐ- | |
| τὸν καὶ ἐκγόνους, ὑπάρχειν δὲ αὐτ[ῶι] | |
| 10 | [κ]αὶ τὰ τίμια ὅσα γέγραπται ἐν τοῖς νό- |
| [μο]ις τοῖς προξένοις, τὸν δὲ ἐκ- | |
| [δο]τῆρα ἐκδόμεν μεθ’ ὧν ὁ νόμος κε- | |
| λεύει στάλαν λιθίναν, εἰς ἃν ἀναγραφέν̣- | |
| τα τὰ δεδογμένα ἀνατεθήσεται εἰς τ̣[ὸ] | |
| 15 | [ἱ]ερὸν τᾶς Ἀθάνας τᾶς Χαλκιοίκου εἰς ὃ[ν] |
| [τ]όπ[ο]ν ὁ νόμος ἵστασθαι κελεύει κατὰ | |
| συ[νγρ]α[φ]ὰν ἅν κα γράψει ὁ ἀρχιτέκτων, τὸ δὲ ἀ- | |
| ν̣άλ̣[ωμα] δόμεν τὸν ἐπιδαμιοργόν. |