[ ]
Lakonike — Sparta — after 188 BC
| 1 | πόθοδον ποιησαμένου Δαμίωνος |
| τοῦ Θεοκρίτου Ἀμβρακιώτα περὶ | |
| προξενίας καὶ ἐπελθόντος ἐπί | |
| τε τὰς συναρχίας καὶ τὸν δᾶ%⁸¹- | |
| 5 | μον καὶ ἀπολογισαμένου ἃ ἦν πεποι- |
| [η]κὼς εὔχρηστα καὶ κατὰ κοινὸν καὶ | |
| κατ’ ἰδίαν τοῖς ἐντυγχάνουσιν τῶν πο- | |
| λιτᾶν ἔδοξε τῶι δάμωι· πρόξενον | |
| εἶμεν τᾶς πόλεος Δαμίωνα Θεοκρίτου | |
| 10 | Ἀμβρακιώταν καὶ αὐτὸν καὶ ἐγγόνους |
| [κ]αὶ ὑπάρχειν ἀτέλειαν αὐτῶι τε καὶ ἐγ- | |
| [γ]όνοις καὶ γᾶς καὶ οἰκίας ἔγκτησιν, | |
| [ε]ἰ οἰκοῖεν ἐλ Λακεδαίμονι· ὁ δὲ ἐγδο- | |
| [τ]ὴρ ἐγδότω στάλαν λιθίναν, εἰς ἃν | |
| 15 | ἀναγραφεῖσα ἁ δεδομένα προξενία |
| ἀνατεθήσεται εἰς τὸ ἱερὸν τᾶς Ἀθάνας | |
| κατὰ συνγραφὰν ἅν κα γράψει ὁ ἀρχιτέ- | |
| κτων, τὸ δὲ ἀνάλωμα δόντω οἱ ταμίαι· | |
| ἐπαινέσαι δὲ αὐτὸν καὶ ἐπὶ τᾶι ἐν- | |
| 20 | δαμίαι καὶ ἀναστροφᾶι ἇι πεποίηται |
| ἐν τᾶι πόλει· καλεσάντω δὲ αὐτὸν | |
| καὶ οἱ ἱεροθύται ἐπὶ ξένια ἐπὶ τὰν κοι- | |
| νὰν ἑστίαν. vacat |