[ ] Phokis — Delphi — end 2nd c. BC — FD 3:2.139
1 ἄρχοντος ἐν Δελφοῖς Πολύωνος, [μηνὸ]ς Δαιδαφορίου τρεισκαιδε-
κάτᾳ, ἔδοξε τοῖς Ἀμφικτίοσι τοῖς [ἐλ]θοῦσιν εἰς Δελφοὺς δέχεσθαι πάντα[ς]
τοὺς Ἕλληνας τὸ ἀττικὸν τετρᾶχμ[ον] ἐν δραχμαῖς ἀργυρίου τέταρσι· ἐὰν
δέ τις τῶν ἐν ταῖς πόλεσιν οἰκούντ[ων], ἢ ξένος ἢ πολίτης ἢ δοῦλος, ἀνὴρ
5 ἢ γυνή, μὴ δέχηται μηδὲ διδῶι καθάπερ γέγ[ραπ]ται, ὁ μὲν δοῦλος μαστιγωθήτω
ὑπὸ τῶν ἀρχόντων, ὁ δὲ ἐλεύθερος ἀποτινέτ[ω δρ]αχμὰς ἀργυρίου διακοσίας καὶ οἱ
ἄρχοντες οἱ ἐν ταῖς πόλεσι καὶ οἱ ἀγορανόμοι [συνεπι]σχυέτωσαν ἵν’ εἰσπράττη-
ται παρὰ τῶν μὴ πειθομένων τῶι δόγματι τὸ προγ[εγραμμέ]νον διάφορον, καὶ ἔστω
τοῦ εἰσπραχθέντος διαφόρου τὸ μὲν ἥμισον το[ῦ ἀγαγόντος] ἐπὶ τὴν ἀρχὴν τον ἀπει-
10 θοῦντα, τὸ δὲ ἥμισον τὴς πόλεως· ἐὰν δὲ οἱ ἄρχοντες [οἱ ἔναρχοι ἐν τ]αῖς πόλεσι ἢ <ἐν> ταῖς
πανηγύ[ρ]<ε>σι μὴ συνεπισχύωσιν τοῖς ἄγουσιν ἐφ’ [αὑτοὺς τὸν ἀπειθοῦν]τα τῶι δόγματι, εἶ-
ναι κατ’ αὐτῶν τὰς κρίσεις ἐν τοῖς Ἀμφικτύοσιν, γ̣[εγενημένης πρότερον ἐξ]ε̣τάσεως κατὰ τ[οὺς]
Ἀμφικτυονικοὺς νόμους· [ὁμοίως] δὲ καὶ ἐὰν οἱ τραπ[εζῖται οἱ καθίζοντες ἐν ταῖς πόλε]σι v καὶ ταῖς π[ανη]-
γύρεσι μὴ πειθαρχῶσιν τῶι [δόγ]ματι, ἐξουσίαν ἔχε[ιν τὸν βουλόμενον ἄγειν αὐτοὺς ἐπὶ το]ὺ̣ς ἄρχοντ[ας, εἶ]-
15 [ν]αι δὲ καὶ κατὰ τούτων τὰς κρίσεις, ἐάν τινες βού[λωνται μὴ συνεπισχύειν τοῖς ἄγουσιν, ὥσπερ κατ]ὰ τῶν̣ [ἄλ]-
[λ]ων γέγραπται· τοῦ δὲ δόγματος τὸ ἀντίγραφον [διακομίσαι ἕκαστον τῶν ἱερομνημόνων ἐσφραγισμένον]
[εἰς] τὴν ἑαυτοῦ πατρίδα, διαπέμψασται δὲ αὐ[τὸ τὸν γραμματέα πρὸς πάντας τοὺς Ἕλληνας καὶ ἀναγράψαι]
[ἐν Δ]ελφοῖς ἐπὶ τὸν τῶν Ἀθηναίων θησαυρὸν ἐν τῶι ἱερῶι τοῦ θεοῦ, ὁμοίως δὲ καὶ ἐν Ἀθήναις(?) ἐν ἀκροπόλει, ὅπως]
[πάντε]ς ἐπιγινώσκωσιν ἣν πεποίνται οἰ[κονομίαν οἱ Ἀμφικτύονες περὶ τούτων].
Search Help
Contact Us