[ ]
Phokis — Delphi — 193/192 BC — SIG(3) 603
| 1 | θ[ε]ο[ί]. |
| ἄρχοντος ἐν Δε[λφ]ο[ῖς] Ἐκεφ[ύλο]υ, ἱερομναμονούντων Αἰτωλῶν Ἀλεξομ̣ε̣ν̣[οῦ — — — —c.20— — — —] | |
| Ὑπαταίου, Λεοντομένεος Βο[υττ]ίου, Δαμοτίμου Ἀγρινιέος, Ἀρίστωνος [Στ]ρατ[ίου — — — —c.20— — — —]- | |
| λάου Κερρεάτα, Δαμοφάνεος [Ποτ]ιδανιέος, Λαμέδωνος Θαυμακοῦ, Ἀλεξάν[δρου — — — —c.20— — — —]· | |
| 5 | Δελφῶν Θρασυκλέος, Ὀρέστα· Χίων Ἀπολλωνίου· Μαγνήτων Κτεάτου, γραμματε[ύοντος — — —c.16— — —]· |
| ἐπεὶ Πιξώδαρος ὁ Κρατέα Μυ[λασ]εύς, ἀπόγονος ὢν Μαυσσώλου τοῦ Ἑκατόμν[ω, ἀπελογίξατο τὰ τῶν προγόνων] | |
| ποτὶ τὸ ἱερὸν τὸ ἐν Δελφοῖς [καλά τε] καὶ ἔνδοξα καὶ ἃς παρείσχηντο χρείας τ[οῖς Ἀ]μ[φικτιόνοις ἐμ παντὶ χρόνωι], | |
| ἐνεφάνιξε δὲ καὶ ὅτι αὐτὸς ἀ[κολού]θως διακείμενος τᾶι τήνων προαιρέσει δι[ατελεῖ εὔνους ὢν καὶ πρόθυμος] | |
| ποτὶ τὸ Ἀμφικτιονικὸν <κοινὸν> ἐμ [παντὶ] καιρῶι, συμπράσ[σ]ων καὶ συναίτιος γινόμε[νος τῶν συμφερόντων πάντοι]ς̣ κ[α]ὶ | |
| 10 | τιμίων· δεδόχθαι τοῖς ἱερομ̣[να]μόνοις τῶν Ἀμφικτιόνων, ἀσφάλειαν εἶμεν [καὶ ἀτέλειαν(?) πάντων Πιξω]δάρωι |
| καὶ τοῖς ἐκγόνοις αὐτοῦ καὶ [ὑπ]ά̣ρ̣χειν αὐτοῖς παρὰ τῶν Ἀμφικτιόνων πά[ντ]α [ὅσα καὶ τοῖς ἄλλοις εὐερ]γέ̣ταις· | |
| δεδόσθαι δὲ αὐτοῖς καὶ προ[δι]κ̣ίαν πάντων τῶν ἀδικημάτων, ποιειμένοι[ς ἐν τοῖς ἱερομναμόνοις τὰ]ν [ἐγ]δ̣[ίκ]ασ̣ιν | |
| καὶ τὰ λοιπὰ οἰκονομεόντοι[ς] κατὰ τοὺς τῶν Ἀμφικτίονων νόμους· τὸ δὲ ψάφ̣ι̣[σμα τόδε ἀναγράψαι ἐν] | |
| Δελφοῖς ἐν τῶι ἱερῶι τοῦ Ἀ[πόλλω]νος. |