[ ] Phokis — Delphi — 193/192 BC — SIG(3) 603
1 θ[ε]ο[ί].
ἄρχοντος ἐν Δε[λφ]ο[ῖς] Ἐκεφ[ύλο]υ, ἱερομναμονούντων Αἰτωλῶν Ἀλεξομ̣ε̣ν̣[οῦ — — — —c.20— — — —]
Ὑπαταίου, Λεοντομένεος Βο[υττ]ίου, Δαμοτίμου Ἀγρινιέος, Ἀρίστωνος [Στ]ρατ[ίου — — — —c.20— — — —]-
λάου Κερρεάτα, Δαμοφάνεος [Ποτ]ιδανιέος, Λαμέδωνος Θαυμακοῦ, Ἀλεξάν[δρου — — — —c.20— — — —]·
5 Δελφῶν Θρασυκλέος, Ὀρέστα· Χίων Ἀπολλωνίου· Μαγνήτων Κτεάτου, γραμματε[ύοντος — — —c.16— — —]·
ἐπεὶ Πιξώδαρος ὁ Κρατέα Μυ[λασ]εύς, ἀπόγονος ὢν Μαυσσώλου τοῦ Ἑκατόμν[ω, ἀπελογίξατο τὰ τῶν προγόνων]
ποτὶ τὸ ἱερὸν τὸ ἐν Δελφοῖς [καλά τε] καὶ ἔνδοξα καὶ ἃς παρείσχηντο χρείας τ[οῖς Ἀ]μ[φικτιόνοις ἐμ παντὶ χρόνωι],
ἐνεφάνιξε δὲ καὶ ὅτι αὐτὸς ἀ[κολού]θως διακείμενος τᾶι τήνων προαιρέσει δι[ατελεῖ εὔνους ὢν καὶ πρόθυμος]
ποτὶ τὸ Ἀμφικτιονικὸν <κοινὸν> ἐμ [παντὶ] καιρῶι, συμπράσ[σ]ων καὶ συναίτιος γινόμε[νος τῶν συμφερόντων πάντοι]ς̣ κ[α]
10 τιμίων· δεδόχθαι τοῖς ἱερομ̣[να]μόνοις τῶν Ἀμφικτιόνων, ἀσφάλειαν εἶμεν [καὶ ἀτέλειαν(?) πάντων Πιξω]δάρωι
καὶ τοῖς ἐκγόνοις αὐτοῦ καὶ [ὑπ]ά̣ρ̣χειν αὐτοῖς παρὰ τῶν Ἀμφικτιόνων πά[ντ]α [ὅσα καὶ τοῖς ἄλλοις εὐερ]γέ̣ταις·
δεδόσθαι δὲ αὐτοῖς καὶ προ[δι]κ̣ίαν πάντων τῶν ἀδικημάτων, ποιειμένοι[ς ἐν τοῖς ἱερομναμόνοις τὰ]ν [ἐγ]δ̣[ίκ]ασ̣ιν
καὶ τὰ λοιπὰ οἰκονομεόντοι[ς] κατὰ τοὺς τῶν Ἀμφικτίονων νόμους· τὸ δὲ ψάφ̣ι̣[σμα τόδε ἀναγράψαι ἐν]
Δελφοῖς ἐν τῶι ἱερῶι τοῦ Ἀ[πόλλω]νος.
Search Help