[ ]
Phokis — Delphi — 202/201-201/200 BC — SIG(3) 598B
[παρὰ τοῦ κοινοῦ τῶν Ἀμφικτιόνων](?) | |
[ἐπὶ Πειθαγόρα ἄρχοντος ἐν Δελφοῖς, ἱερομναμονούντων — — —] | |
{²liste des hiéromnémons?}² | |
[ἔδοξε τοῖς Ἀμφικτίοσι· ἐπειδὴ Σωσιλῆς Διοκλέος Μάγνης ἀπὸ Μαιάν]- | |
1 | [δρου ἐξαποσταλεὶς ὑ]πὸ τᾶς πόλιος τᾶς Μαγν[ήτων ἱερομνάμων, τάς τε] |
[θυσίας ἁπάσας ἔθυσε] καλῶς καὶ ἐνδόξως, καὶ τὰ[ν παρεπιδαμίαν (?)] | |
[ἐποιήσατο ἀξίως τᾶς] τε τῶν Μαγνήτων πόλιος κ[αὶ τοῦ κοινοῦ τῶν] | |
[Ἀμφικτιόνων, καὶ τ]ὰ κατὰ τὸν ἀγῶνα τῶν Πυθίων [μετὰ τῶν ․․․․ων(?)] | |
5 | [καὶ τῶν ἀγωνοθετᾶν] καὶ τῶν συνιερ[ομν]αμόνων καλῶ[ς διώικησε, ἐπαι]- |
[νέσαι Σωσικλῆ Διο]κλέος Μάγνητ[α καὶ] στεφανῶσα[ι αὐτὸν χρυσῶι] | |
[στεφάνωι ἀρετᾶ]ς ἕνεκεν καὶ εὐ[νοίας ἇς] ἔχων διατελε[ῖ ποτὶ τοὺς] | |
[Ἀμφικτίονας· ἀνα]γορεῦσαι δὲ τὸν σ[τέφαν]ο̣ν Σωτηρίοις, κ[αθότι καὶ τοὺς] | |
[ἄλλους(?) εὐεργέτ]α̣ς, ἐν τῶι ἀγῶνι τῶι γ̣[υμ]ν̣ικῶι καθ’ ἑκάσ[την πενταετη]- | |
10 | [ρίδα(?)· τὰν δὲ ἐπιμέ]λειαν τᾶς ἀναγγελίας ποιεῖσθαι ἐμ Μα[γνησίαι τὸν] |
[ἀγωνοθέτην τῶ]ν Λευκοφρυηνῶν· v ὅπως δὲ καὶ ἐν τὸν ἅπ̣[αντα χρό]- | |
[νον διαμένηι] τ̣ὰ δεδογμένα, ἀναγράψαι τόδε τὸ δόγμ[α ἐν στάλας δύο] | |
[καὶ στᾶσαι τὰ]ν μὲν ἐν Δελφοῖς ἐν τῶι ἱερῶι, τὰν δὲ ἐ[μ Μαγνησίαι ἐν] | |
[θεάτρωι· τὸ δὲ] ἀ̣νάλωμα τὸ ἐν τὰς στάλας δόμεν τὸν̣ [γραμματέα τῶν] | |
15 | [ἱερομναμόνων]. |