[ ]
Phokis — Delphi — 229-222 BC? — FD 3:4.351, ll.30-39
| 1 | ἐπὶ Νικάρχου ἄρχοντος ἐ[ν Δελφοῖς, πυλαία]ς ὀπωρινῆς, ἔδοξεν τοῖς Ἀμφικτίοσιν· ἐπειδὴ |
| ἁ πόλις τῶν Θηβαίων κα[ὶ οἱ τεχνῖται οἱ εἰς] Ἰσθμὸν καὶ Νεμέαν συντελοῦντες παρεκάλεσαν | |
| τοὺς Ἀμφικτίονας τό τε [ἱε]ρὸν [τοῦ Διονύσου] ἄσυλον ποιῆσαι καὶ ἐπιμέλειαν ποιήσασθαι τᾶς | |
| ἀ[σ]φαλείας καὶ τοῦ ἀγῶ[ν]ο̣ς ὅπω[ς κα ἁ θυσία ἁ τῶν] τριετηρίδων ὡς κάλλιστα συντελῆται τῶι | |
| 5 | Διονύσωι τῶι Καδμε[ίω]ι· δεδόχ[θαι τοῖς Ἀμφικτι]όνεσσι· αἴ τίς κα τῶν αὐλητᾶν ἢ τῶν χο- |
| ρευτᾶν ἢ τῶν τραγωιδῶν ἢ τῶν κω[μωιδῶν τῶν νε]μηθέντων εἰς τὰς τριετηρίδας ὑπὸ τῶν τε- | |
| χνιτᾶν μὴ ἀγωνίζηται [τ]ας τριετηρίδα[ς(?) συντελειμέ]ν̣α̣ς κατὰ τὸν νόμον τᾶς πόλιος τῶν Θηβαίων | |
| ἀλλὰ ὑγιαίνων λίπη[ι τὸν] ἀγῶνα, μὴ ε[ἶμεν αὐτῶι ἀσφ]άλειαν μηδὲ τοῖς συνεργαζομένοις αὐτῶι μή- | |
| τε πολέμου μήτε εἰρά[νας]· αἴ κα μὴ ἀγ[ωνίζηται καί κ]α ζαμιωθῇ ὑπὸ τοῦ ἀγωνοθέτα, καὶ ἀγώγιμος ἔ- | |
| 10 | στω πανταχόθεν· [αἴ κά] τις πόλις ἢ̣ [ἀρχεῖον ἢ ἰδιώτας τ]ὰν ζαμίαν ἀφέληται τὸν ἐζαμι[ωμ]ένον, |
| [ὑπόδικος ἔστω ἐν Ἀμφικτίοσι {²⁷ἀποτεισάτω τῶι θεῶι?}²⁷․․․] |