[ ] Phokis — Delphi — 229-222 BC? — FD 3:4.351, ll.30-39
1 ἐπὶ Νικάρχου ἄρχοντος ἐ[ν Δελφοῖς, πυλαία]ς ὀπωρινῆς, ἔδοξεν τοῖς Ἀμφικτίοσιν· ἐπειδὴ
ἁ πόλις τῶν Θηβαίων κα[ὶ οἱ τεχνῖται οἱ εἰς] Ἰσθμὸν καὶ Νεμέαν συντελοῦντες παρεκάλεσαν
τοὺς Ἀμφικτίονας τό τε [ἱε]ρὸν [τοῦ Διονύσου] ἄσυλον ποιῆσαι καὶ ἐπιμέλειαν ποιήσασθαι τᾶς
[σ]φαλείας καὶ τοῦ ἀγῶ[ν]ο̣ς ὅπω[ς κα ἁ θυσία ἁ τῶν] τριετηρίδων ὡς κάλλιστα συντελῆται τῶι
5 Διονύσωι τῶι Καδμε[ίω]ι· δεδόχ[θαι τοῖς Ἀμφικτι]όνεσσι· αἴ τίς κα τῶν αὐλητᾶν ἢ τῶν χο-
ρευτᾶν ἢ τῶν τραγωιδῶν ἢ τῶν κω[μωιδῶν τῶν νε]μηθέντων εἰς τὰς τριετηρίδας ὑπὸ τῶν τε-
χνιτᾶν μὴ ἀγωνίζηται [τ]ας τριετηρίδα[ς(?) συντελειμέ]ν̣α̣ς κατὰ τὸν νόμον τᾶς πόλιος τῶν Θηβαίων
ἀλλὰ ὑγιαίνων λίπη[ι τὸν] ἀγῶνα, μὴ ε[ἶμεν αὐτῶι ἀσφ]άλειαν μηδὲ τοῖς συνεργαζομένοις αὐτῶι μή-
τε πολέμου μήτε εἰρά[νας]· αἴ κα μὴ ἀγ[ωνίζηται καί κ]α ζαμιωθῇ ὑπὸ τοῦ ἀγωνοθέτα, καὶ ἀγώγιμος ἔ-
10 στω πανταχόθεν· [αἴ κά] τις πόλις ἢ̣ [ἀρχεῖον ἢ ἰδιώτας τ]ὰν ζαμίαν ἀφέληται τὸν ἐζαμι[ωμ]ένον,
[ὑπόδικος ἔστω ἐν Ἀμφικτίοσι {²⁷ἀποτεισάτω τῶι θεῶι?}²⁷․․․]
Search Help
Contact Us