[ ]
Phokis — Delphi — 251/250 or 247/246 BC? — Curtius, Anecdota (1843), no. 41 — SGDI 2510
| 1 | θεοί. |
| ἐπὶ Δίωνος ἄρχοντος, ἱερομνημονούντων Αἰτωλῶν Λυκώπου, Αἰακίδα, | |
| Πολυκλείτου, Νικάνορος, Πανταινέτου, Δίωνος, Ἀλκιδάμου, Ἀγεμάχου, | |
| Νικία· ἐχ Χίου Γάννωνος· Δελφῶν Ἐχεκρατίδα, Νικαΐδα· Βοιωτῶν Εὐπολέμο̣[υ], | |
| 5 | Λανίκου· Φωκέων Ἀρχιδάμου· ἔδοξε τοῖς ἱερομνήμοσι καὶ τοῖς ἀγορατροῖς· |
| ἐπειδὴ Καλλικλῆς ἱεροκηρυκεύων τῶι κοινῶι συνεδρίωι τῶν Ἀμφικτυόνων διατε- | |
| λεῖ χρείας παρεχόμενος τοῖς τε ἱερομνήμοσι καὶ τοῖς Ἀμφικτύοσι καὶ τοῖς ἄλ- | |
| λοις Ἕλλησιν ἅπασιν ἀνεγκλήτως, ἔδοξε τοῖς ἱερομνήμοσιν, ἐπαινέσαι τε Καλλι- | |
| κλῆ Καλλικλέος Ἀθηναῖον οἰκοῦντα ἐν Αἰτωλίαι καὶ στεφανῶσαι δάφνης στεφάνωι | |
| 10 | παρὰ τοῦ θεοῦ καὶ εἶναι αὐτῶι καὶ ἐκγόνοις προδικίαν, ἀσφάλειαν, ἀσυλίαν, ἀτέλειαν καὶ |
| προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν οἷς τιθέασιν οἱ Ἀμφικτύονες. |